Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Ἀπὸ δὲ τούτων δῆλος ὁποῖός ἐστι καὶ ὁ ῥυθμὸς ἐν ἀφελείᾳ· ἡ γὰρ ποιὰ συνθήκη κἀνταῦθα τὸν ῥυθμὸν ποιεῖ.

Ἀνάπαυσις δὲ καὶ βάσις ἀφελὴς ἡ βεβηκυῖα· καίπερ γὰρ οὖσα σεμνὴ αὕτη ἡ ἀνάπαυσις ὅμως μᾶλλον ἁρμόττει τῆς οἷον ἁρπαζομένης καὶ ἐκκρεμοῦς· κεκαλλωπισμένη γὰρ μᾶλλον ἐκείνη. ἀφελὴς οὖν ἡ ἑδραία μᾶλλον βάσις τοῦ ῥυθμοῦ καὶ ἡ βεβηκυῖα ἀνάπαυσις. εἴρηται δὲ ἀκριβῶς περὶ τούτων ἡμῖν ἐν τῷ περὶ κάλλους.