Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Λέξις γε μὴν ἀφελὴς τὸ μὲν πλεῖστον ἡ αὐτή ἐστι τῇ καθαρᾷ, εἰσὶ δὲ τινὲς καὶ ὥσπερ ἴδιαι τῆς ἀφελείας, ὡς τὸ ῾ ἀδελφίζεινʼ παρὰ τῷ Ἰσοκράτει καὶ ὁ ῾ κλαυσίγελωςʼ [*](312) παρὰ τῷ Ξενοφῶντι καὶ ἄλλαι τινὲς τοιαῦται· ἠθικαὶ γὰρ αὗται καὶ ἄγαν ἀφελεῖς. καὶ μὴν καὶ αἱ δριμεῖαι, περὶ ὧν καὶ ἐν τῷ περὶ δριμύτητος καὶ ὀξύτητος αὐτίκα λέξομεν, ὡς ἔφην· αὗται δὲ ὡς ἐπὶ τὸ πλεῖστον γλυκύτητα ποιοῦσιν ἐν ἀφελείᾳ, ἡ δὲ γλυκύτης οἷον κάλλος τι τῆς ἀφελείας ἐστί, περὶ ἧς καὶ αὐτῆς [*](1 p. 228, 8 3 ὁμοίως Pc 6. 7 δριμύτητος ὠνομάκασιν εἶ- δος Pc 9 cf. 339,19 11 ἀλλἢ Vc | τῶι P2Ac; τὸ VcBa 12 ἐπι- πολῆς Pa; de v.l. ἐπιβολῆς cf. schol F (W VII 1062, 6) 13 cf. 339, 24 15 λέξομεν post 14 ὕστερον 16 λέξ⌊ι ex ει]ς.. ἀφελ|ὴ ex εῖ]ς Ba, (m. 2 cr.) Vc | μὲν Ba 16.17 ἐστιν ἡ καὶ κα- θαρά VII 18 ὥσπερ Syr. lsocr. 19, 30 | τῷ om. Syr. | Xen. Hell. VII 2,9 19 καὶ — τοιαῦται om. Vc Ba 21 pr. καὶ om. Vc Ba 22 p. 339 24 cf. 329, 21)

329
μετʼ οὐ πολὺ λέξομεν· καὶ πρῶτόν γε περὶ ταύτης, εἶθʼ ὕστερον περὶ τῆς δριμύτητος εἴτε ὀξύτητος. Ἀλλὰ πάλιν ἐπὶ τὸν περὶ ἀφελείας λόγον ἰτέον. λέξις μὲν γὰρ ἡ τοιαύτη ἰδία ἀφελείας.

Σχήματα δὲ ἀφελῆ καὶ κῶλα ταὐτά, ἅπερ ἦν καὶ καθαρά· συνθῆκαί τε ὡσαύτως, ἀφελέστεραι δὲ αἱ μᾶλλον λελυμέναι, οἷον «ἀκούσατέ μου ἀπολογουμένου δικαίως», καὶ οἷαί εἰσιν αἱ πλεῖσται παρά τε τῷ Ξενοφῶντι καὶ τῷ Σωκρατικῷ Αἰσχίνῃ καὶ μέντοι καὶ τῷ Νικοστράτῳ.