Fragmenta

Aelian

Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.

Ἰούνιος ὄνομα, ἐς τὴν ἱππάδα τελῶν, διὰ τὸ καὶ φαγεῖν ζῶν, συνήθης ἦν τρισὶ πλουσίοις, κοιλιοδαίμων τε καὶ ταγηνοκνισοθήρας· βούλομαι γὰρ τὰ τῆς κωμῳδίας ἐς τοὺς τοιούτους εἰπεῖν, οὐδεμιᾷ μὰ τὸν

ἀπειροκαλίᾳ. ὃς ἔνειμε τὴν γαστέρα ταῖς τρισὶ τραπέζαις, καὶ τοσαύταις ἐπιπηδῶν τραπέζαις λύκου τινὸς δίκην ἢ ἰκτίνου ἢ ἁρπυίας, ἵνα τι καὶ παίσω.

Ἀπίκιος Μάρκος, οὗ διαρρεῖ μυρίον ὄνομα ἐπί τε ἀσωτίᾳ καὶ πολυτελεία καὶ ῥᾳστωνεύσει βίου καὶ κακοδαιμοσύνῃ λοιπῇ. ὑπάτω δὲ ἤστην Ἰούνιος Βλαῖσος καὶ Λεύκιος. ὁ τοίνυν Βλαῖσος, ἐπὶ τὴν θοίνην κληθείς, οἷον ἐφολκίδα ἄκλητον ἐπάγεται Ἀσκώνιον Πεδιανόν. ἐξῆν γὰρ καὶ ἐπικλήτους οἱονεὶ σκιὰς ἑαυτοῖς παρακαλεῖν τινας, καὶ ἔδει τὸν Ἀπίκιον καὶ φίλοις καὶ ἀγνῶσι τὴν οὐσίαν ῥίπτειν τὴν ἑαυτοῦ. πέπυσμαι δὴ ἐν τῷδε τῷ συνδείπνῳ γενέσθαι καὶ Ἰσίδωρον ὄνομα, τῶν ἐκ παλαίστρας κατατριβέντων, ἄνδρα παλαιὸν μὲν ἤδη καὶ πολὺν τῷ χρόνῳ, ἓν δὲ καὶ ἐνενήκοντα ἔτη γεγονότα, εὐπαγῆ τε καὶ εὐμελῆ, καὶ βαθὺν μὲν τὰς πλευράς, γενναῖον δὲ τὼ βραχίονε καὶ τὼ χεῖρε ἄκρω, βλέπειν τε ὀξὺν καὶ ἀκούειν ῥᾷστα, ὡς μὴ ἂν πιστεύειν πέρα ἑξήκοντα ἐτῶν εἶναι αὐτόν· σκύφων δὲ πιτύλοις ἁμιλλᾶσθαι διαπίνοντα πρὸς τοὺς νέους, καὶ μέντοι καὶ ὑπὲρ πολυδαισίας καὶ πολυποσίας ἐρίσαι καὶ νεάζειν ταῦτα. ἑνὶ δὲ ἡττηθῆναί φασιν αὐτόν· ἀπελθεῖν γὰρ τοῦ συνδείπνου θᾶττον. γέροντες δὲ ἄλλοι τε ἔλεγον ἐπὶ τέχνῃ παλαιστρικῇ καὶ μέντοι καὶ Ἰούνιος Βλαῖσος. καὶ ὅτε ταῦτα ἔλεγεν, ἔτη γεγόνει ἑξήκοντα, φασί. μακρὸν δὲ τὴν ζωὴν γενέσθαι πέπυσμαι Σερουίλιον ὕπατον· ἔτεσι γὰρ τοῖς ἐνενήκοντα ὁμοῦ τε ἐβίωσε

καὶ πάντα, ὡς λόγος, τὰ τοῦ σώματος ἀπαθὴς ἦν, καὶ μέντοι καὶ διεσώσατο τὰς αἰσθήσεις ἁπάσας εὐμοιρίᾳ ἀξιοζήλῳ τε καὶ σοβαρᾷ.