Fragmenta

Aelian

Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.

διώνυμοι κόλακες καὶ κεκηρυγμένοι περιηχοῦσιν ἡμᾶς, Κλείσοφοί τε καὶ Στρουθίαι καὶ Θήρωνες, καὶ οἱ περὶ τὴν Διονυσίου βομβοῦντες τράπεζαν, καὶ οἱ περὶ τὴν Ἀλεξάνδρου μεμηνότες δαῖτα καὶ χεῖρα, καὶ ἄλλοι δὲ καὶ ἄλλοι ὧν εἶπον, Ὀρέστης, Μαρψίας, Καλλίου τοῦ Ἀθηναίου κόλακες σὺν ἑτέροις, καὶ ὅδε παρὰ Ῥωμαίοις Ἄλβιος ὄνομα.

Ἄλβιος ἐς τὴν ἱππάδα τελῶν, τὴν Ἀντωνίου θεραπεύων καὶ ὑπαικάλλων ἅμα φάτνην.

ἐπεὶ οἱ Ἕλληνες Κλεισόφους τε ᾄδουσι καὶ Θήρωνας καὶ Στρουθίας καὶ Χαιρεφῶντας, ἀνθρώπους ἐσθίειν εἰδότας ἐς κόρον καὶ δεινοὺς γαστέρα δέ. φέρε καὶ ἡμεῖς καί τι παίσωμεν, παρασίτου μνημονεύσαντες ἡμεδαποῦ.

Ἰόρτιόν τε καὶ τοῦτον θῶπα ἰσχυρὸν ὑμνοῦσι. πολλὰ μὲν οὖν καὶ ἄλλα τῆς τούτου βωμολοχίας τε καὶ αἱμυλίας μαρτύρια διαρρεῖ, ἐν δὲ τοῖς ἄρα καὶ ἐκεῖνο. ἐν τῷ συνδείπνῳ τῷ τοῦ Μαικήνα τράπεζα ἐγγώνιος ἦν ὑπὸ τῇ κλισίᾳ, τὸ μέγεθος μεγίστη καὶ κάλλος ἄμαχος. καὶ οἷα εἰκὸς ἐπῄνουν ἄλλοι ἄλλως αὐτήν. ὁ δὲ Ἰόρτιος οὐκ ἔχων ὅ τι παρ’ ἑαυτοῦ τερατεύσασθαι, σιγῆς γενομένης ἐκεῖνο δὲ οὐκ ἐννοεῖτε, ὦ φίλοι συμπόται, ὡς στρογγύλη ἐστὶ καὶ ἄγαν περιφερής. ἐπὶ τοίνυν τῇ ἀκράτῳ κολακείᾳ, ὡς τὸ εἰκός, γέλως κατερράγη. Πλούταρχος.