Fragmenta
Aelian
Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.
Μάρκος Ἀπίκιος Ῥωμαῖος ὡς ἦν ἀσωτίας πέρας οὐδεὶς ἀντιφήσει· δοκεῖ δέ πως μεγαλονοίας ἔργον ἐκεῖνο ἀποδείξασθαι. ἐν αὐτῷ ἑστιῶν ὁσημέραι (καὶ γὰρ ἔζη φασὶ τῇ γαστρὶ καὶ τοῖς ἐκείνης ἀκρατεστέροις) καί ποτε μεταξὺ θοιναζόντων, Φάβιος, τῶν ὑπατευκότων εἷς, λαβὼν ἔκπωμα κρυστάλλου μέγα τίμιον, εἶτα ἄκων κατέαξεν αὐτό· καὶ ἐπὶ τούτῳ συννεφὴς ἦν, ἄχει πληγεὶς τὴν ψυχήν. ὁ τοίνυν Ἀπίκιος πειρώμενος αὐτὸν τῆς λύπης ἀπάγειν οὐ καταβαλεῖς φησι τὸ πραχθὲν καὶ σεαυτὸν ἡμῖν παρέξεις φαιδρότερον συμπότην; ἢ σοὶ φίλῳ ὄντι τοῦτο δρᾶσαι οὐκ ἐξέσται, ὅπερ οὖν δρῶσι καὶ τῶν οἰνοχόων καὶ τῶν ἀργυρωνήτων πολλοὶ πολλάκις
ὅτι Ἀντώνιος Σατορνῖνος, ἐπίρρητος καὶ βδελυρός, παρὰ Οὐεσπασιανοῦ ἐς τὴν βουλὴν ἐνεγράφη, ὐεσπασιανοῦ σοφισαμένου γελοιότατα τοῦτο· ἀξιώσει γὰρ αὐτὸν περιέβαλε, κακίᾳ δούς, ἀκερδὲς μὲν σεμνὸν δ’ ὅμως τόδε τὸ ἆθλον.
βιώσας βίον ἐπίρρητον καὶ βδελυρὸν οὐδεμίαν ἐπιστεύθη βασιλικῶν χρημάτων ἐξουσίαν.