Adversus Mathematicos
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).
Ἡρόφιλος δὲ ἐν τῷ δ’ διαιτητικῷ καὶ σοφίαν φησὶν ἀνεπίδεικτον καὶ τέχνην ἄδηλον καὶ ἰσχὺν ἀναγώνιστον καὶ πλοῦτον ἀχρεῖον καὶ λόγον ἀδύνατον ὑγείας ἀπούσης.
ἀλλ’ οὗτοι μὲν οὕτως· ἀγαθὸν δ’ εἶπαν αὐτὴν ὑπάρχειν, οὐ μὴν καὶ πρῶτον, οἱ τε ἀπὸ τῆς ᾿Ακαδημίας καὶ οἱ ἀπὸ τοῦ Περιπάτου. δεῖν γὰρ ὑπέλαβον ἑκάστῳ τῶν ἀγαθῶν τὴν οἰκείαν τάξιν τε καὶ ἀξίαν ἀπονέμειν. ἔνθεν καὶ ὁ Κράντωρ (fr. 13 Kayser) εἰς ἔμφασιν τοῦ λεγομένου βουλόμενος ἡμᾶς ἄγειν πάνυ χαρίεντι συνεχρήσατο παραδείγματι.
εἰ γὰρ νοήσαιμεν, φησί, καινόν τι τῶν Πανελλήνων θέατρον, εἰς τοῦτό τε ἕκαστον τῶν ἀγαθῶν παριὸν καὶ τῶν πρωτείων ἀντιποιούμενον [*](29a) ποιούμενον ἥκειν, εὐθὺς καὶ εἰς ἔννοιαν ἀναχθησόμεθα τῆς ἐν τοῖς ἀγαθοῖς διαφορᾶς.
πρῶτον μὲν γὰρ ὁ πλοῦτος παραπηδήσας ἐρεῖ· ‘‘ἐγώ, ἄνδρες Πανέλληνες, κόσμον παρέχων πᾶσιν πᾶσιν ἀνθρώποις καὶ τἀς ἐσθῆτας καὶ τὰς ὑποδέσεις καὶ τὴν ἄλλην ἀπόλαυσιν χρειώδης εἰμὶ νοσοῦσι καὶ ὑγιαίνουσι, καὶ ἐν μὲν εἰρήνῃ παρέχω τὰ τερπνά, ἐν δὲ πολέμοις νεῦρα τῶν πράξεων γίνομαι.”
τούτων γὰρ δὴ τῶν λόγων ἀκούσαντες οἱΠανέλληνες ὁμοθυμαδὸν κελεύσουσιν ἀποδοῦναι τὰ πρωτεῖα τῷ πλούτῳ. ἀλλ’ ἐὰν τούτου [*](7a) ἤδη ἀνακηρυττομένου ἐπιστᾶσα ἡ ἡδονή (Ξ τῇ ἔνι μὲν φιλότης, ἔνι δ’ ἵμερος, ἐν δ’ ὀαριστύς, πάρφασις, ἥ τ’ ἔκλεψε νόον πύκα περ φρονεόντων, λέγῃ δὲ εἰς μέσον καταστᾶσα,
ὅτι αὐτὴν δίκαιόν ἐστιν ἀναγορεύειν (Eurip. Phoen. 558 + Electra 944) [*](15—18: cf. Carm. epigr. 1027 b 3sqq. Kaibel 24 τε om. ς 27 φησί Fabr. : φασί G 31 <ὦ> ἄνδρες V 1 παρέχων παρέχω G (excepto V) 6 κελεύσουσιν Bekk.: κελεύουσιν G 8 ὀαριστύς LE; ὁ ἀριδτύς N: ὁ ἀριστῆς ς)
ἀλλὰ καὶ ταύτης τὸ βραβεῖον φέρεσθαι στεφανοῦν. ἐπὴν εἰσβάλλῃ ἡ ὑγεία μετὰ τῶν συνέδρων αὐτῇ θεῶν, καὶ διδάσκῃ, ὡς οὔτε ἡδονῆς οὔτε πλούτου ὄφελός τι ἐστὶν ἀπούσης αὐτῆς (Eur. Teleph. fr. 714 Nauck) [*](21a)
ὧς οὐκ ἔνεστι κλινοπετῆ καὶ νοσοῦσαν ὑποστῆναι τὴν εὐδαιμονίαν, φήσουσι νικᾶν τὴν ὑγείαν. ἀλλὰ καὶ τῆς ὑγείας ἤδη νικώσης, ἐπὰν εἰσέλθῃ ἡ ἀνδρεία πολύ στῖφος ἀριστέων καὶ ἡρώων ἔχουσα περὶ ἑαυτήν, καταστᾶσά τε λέγη· “
ἐμοῦ μὴ παρούσης, ἄνδρες Ἕλληνες, ἀλλοτρία γίνεται ἡ κτῆσις τῶν παρ’ ὑμῖν ἀγαθῶν, εὔξαιντό τ’ ἄν οἱ πολέμιοι περιουσιάζειν ὑμᾶς πᾶσι τοῖς ἀγαθοῖς ὡς μελλήσοντες ὑμῶν κρατεῖν”, καὶ τούτων οὖν ἀκούσαντες οἱ Ἕλληνες τὰ μὲν [*](4a) πρωτεῖα τῇ ἀρετῇ ἀποδώσουσι, τὰ δὲ δευτερεῖα τῇ ὑγείᾳ, τὰ δὲ τρίτα τῇ ἡδονῇ, τελευταῖον δὲ τάξουσι τὸν πλοῦτον.
[*](12 ὁ δ’ scr. cum codicibus Eurip.: οὖ δ’ ’N: ὁ γὰρ LEς 13 ἐξέπτατ’ scr. cum codicibus Eurip.: ἐξίπτατ’ G 22 πλοῦτος, <πλοῦτος> N: πλοῦτος <οὗτος> P. Maas dubit.: quoddam in lacuna latet: πλοῦτος ὠφελεῖ νοσοῦντα γε Fabr. 23 μίκρ’ ἂν Fabr. : μικρὰν G 23/24 ἔχων ἄλυπον Fabr. : ἄλυπον ἔχων G 24 βίοτον Fabr. : βιοτὴν G 25 μεταμαθόντες scr. : μεταλαβόντες G: καταλαβόντες Bekk. 1 <ὦ> ἄνδρες V (cf. ad p. 556, 31) 2 κτίσις NE 3 τ’ ἂν Bekk.: τι N: τε LEς)Καὶ δὴ ὁ μὲν Κράντωρ τὴν ὑγείαν ἐν δευτέρᾳ μοίρᾳ ἐτίθετο, στοιχῶν τοῖς προειρημένοις φιλοσόφοις· οὐκ ἀγαθὸν δ’ οἱ ἀπὸ τῆς Στοᾶς ἔλεξαν αὐτήν, ἀλλ’ ἀδιάφορον. τὸ ἀδιάφορον δ’ οἴονται (111 122 Arn.) λέγεσθαι τριχῶς, καθ’ ἕνα μὲν τρόπον πρὸς ὃ μήτε ὁρμὴ μήτε ἀφορμὴ γίνεται, οἷόν ἐστι τὸ περιττοὺς ἢ ἀρτίους εἶναι τοὺς ἀστέρας ἢ τἀς ἐπὶ τῇ κεφαλῇ τρίχας·
καθ’ ἕτερον δὲ πρὸς ὃ ὁρμὴ μὲν καὶ ἀφορμὴ γίνεται, οὐ μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε, οἶον ἐπὶ δυεῖν δραχμῶν ἀπαραλλάκτων τῷ τε χαρακτῆρι καὶ τῇ λαμπρότητι, ὃταν δέῃ τὸ ἕτερον αὐτῶν αἱρεῖσθαι· ὁρμὴ μὲν γὰρ γίνεται πρὸς τὸ <τὸ> ἕτερον αὐτῶν αἱρεῖσθαι, οὐ μᾶλλον [*](19a) πρὸς τόδε ἢ τόδε.
κατὰ δὲ τρίτον καὶ τελευταῖον τρόπον φασὶν ἀδιάφορον τὸ μήτε πρὸς εὐδαιμονίαν μήτε πρὸς κακοδαιμονίαν συμβαλλόμενον, καθ’ ὃ σημαινόμενόν φασι τήν τε ὑγείαν καὶ νόσον καὶ πάντα τὰ σωματικὰ καὶ τὰ πλεῖστα τῶν ἐκτὸς ἀδιάφορα τυγχάνειν διὰ τὸ μήτε πρὸς εὐδαιμονίαν μήτε πρὸς κακοδαιμονίαν συντείνειν. ᾧ γὰρ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι, τοῦτ’ ἂν εἴη ἀδιάφορον· διὰ παντὸς δ’ ἀρετῇ μὲν καλῶς, κακίᾳ δὲ κακῶς, ὑγείᾳ δὲ καὶ τοῖς περὶ σώματι ποτὲ μὲν εὖ, ποτὲ δὲ κακῶς ἔστι χρῆσθαι, διὸ ταῦτ’ ἂν εἴη ἀδιάφορα.
ἤδη δὲ τῶν ἀδιαφόρων φασὶ [*](29a) τὰ μὲν εἶναι προηγμένα, μένα, τὰ δ’ ἀποπροηγμένα, τὰ δὲ μήτε προηγμένα μήτε ἀποπροηγμένα, καὶ προηγμένα μὲν εἶναι τὰ ἱκανὴν ἀξίαν ἔχοντα, ἀποπροηγμένα δὲ τὰ ἱκανὴν ἀπαξίαν ἔχοντα, μήτε δὲ προῆχθαι μήτε ἀποπροῆχθαι, οἶον τὸ ἐκτεῖναι ἢ συγκάμψαι τὸν δά [*](59—61 ~ Hyr. III 177.) [*](62—66 ~ Hyp. III 191—192.) [*](10 αὐτόν N 11 οἴονται N (corr. iain Bekk.); οἷόν τε ς 18 τὴν ἑτέραν Arnim 18 ὁρμὴ — 19 αἱρεῖσθαι om. ς 19 τὸ addidi coll. p. 162, 30 αἱρεῖσθαι del. Bekk. 21 συμβαλλόμενον scr. coll. p. 163, 1. 97, 13. 14. 15; συλλαμβανόμενον G 26 δ’ om. N 29 ἤδη LEς: εἴδη N (ct in margine τίνα τὰ τῶν ἀδιαφόρων εἴδη) 82 δὲ om. N)
κτυλον καὶ πᾶν ὃ τούτω παραπλήσιόν ἐστιν.τάττεσθαι δ’ ἐν μὲν τοῖς προηγμένοις μένοις τήν τε ὑγείαν καὶ τὴν ἰσχὺν καὶ τὸ κάλλος, πλοῦτόν τε καὶ δόξαν καὶ τὰ ἐοικότα, ἐν δὲ τοῖς ἀποπροηγμένοις νόσον καὶ πενίαν καὶ ἀλγηδόνα καὶ τὰ ἀνάλογα. ὧδε μὲν καὶ οἱ ἀπὸ τῆς Στοὰς·
μὴ εἶναι δὲ προηγμένον ἀδιάφορον τὴν ὑγείαν καὶ πᾶν τὸ κατ’ αὐτὴν παραπλήσιον ἔφησεν Ἀρίστων ὁ Χῖος (fr. 361 Arn.). ἴσον γάρ ἐστι τὸ προηγμένον αὐτὴν λέγειν ἀδιάφορον τῷ ἀγαθὸν ἀξιοῦν, [*](9a) καὶ σχεδὸν ὀνόματι μόνον διαφέρον.
καθόλου γὰρ τὰ μεταξὺ ἀρετῆς καὶ κακίας ἀδιάφορα μὴ ἔχειν μηδεμίαν παραλλαγήν, μηδὲ τινὰ μὲν εἶναι φύσει προηγμένα, τινὰ δὲ ἀποπροηγμένα, ἀλλὰ παρὰ τὰς διαφόρους τῶν καιρῶν περιστάσεις μήτε τὰ λεγόμενα προῆχθαι πάντως γίνεσθαι προηγμένα, μήτε τὰ λεγόμενα ἀποπροῆχθαι κατ’ ἀνάγκην ὑπάρχειν ἀποπροηγμένα.
ἐὰνγοῦν δέῃ τοῦς μὲν ὑγιαίνοντας ὑπηρετεῖν τῷ τυράννῳ καὶ διὰ τοῦτο ἀναιρεῖσθαι, τούς δὲ νοσοῦντας ἀπολυομένους τῆς ὑπηρεσίας συναπολύεσθαι καὶ τῆς ἀναιρέσεως, ἕλοιτ’ ἂν μᾶλλον ὁ σοφὸς τὸ [*](19a) νοσεῖν κατὰ τοῦτον τὸν καιρὸν ἢ [ὅτι] τὸ ὑγιαίνειν. καὶ ταύτῃ οὔτε ἡ ὑγεία προηγμένον ἐστὶ πάντως οὔτε ἡ νόσος ἀποπροηγμένον.
ὥσπερ οὖν ἐν ταῖς ὀνοματογραφίαις ἄλλοτ’ ἄλλα προτάττομεν στοιχεῖα, πρὸς τἀς διαφόρους περιστάσεις ἀρτιζόμενοι, καὶ τὸ μὲν δέλτα, ὅτε τὸ τοῦ Δίωνος ὄνομα γράφομεν, τὸ δὲ ἰῶτα, ὅτε τὸ τοῦ Ἴωνος, τὸ δὲ ὦ, ὅτε τὸ τοῦ ᾿Ωρίωνος, οὐ τῇ φύσει ἑτέρων παρὰ τὰ ἕτερα γράμματα προκρινομένων, τῶν δὲ καιρῶν τοῦτο ποιεῖν ἀναγκαζόντων, οὕτω κἀν τοῖς μεταξὺ ἀρετῆς καὶ κακίας πράγμασιν οὐ φυσική τις γίνεται ἑτέρων παρ’ ἕτερα [*](29a) πρόκρισις, κατὰ περίστασιν δὲ μᾶλλον.
[*](2/3 <τὸ> τάττεσθαι N 5 καὶ om. ς 8 ἐστι G: an vel ἐστι, <φησί,> τὸ? 14 post περιστάσεις lac. indicat ὥστε vel καὶ οὕτως vel similia excidisse ratus 20 ὅτι del. Arnim: δῆλον ὅτι ἢ Hirzel 25 τὸ ante τοῦ om. LV 26 τὸ ante τοῦ prius om. NLE 29 a ἑτέρων Lς: ἑτέρα N: ἑτέρου E ἕτερα LEς: ἑτέρων)᾿Αλλὰ γὰρ ἐκ τούτων ἀσυμφώνου δειχθείσης καὶ ὑποδειγματικώτερον τῆς περὶ τῶν ἀγαθῶν τε καὶ κακῶν, ἔτι δὲ ἀδιαφόρων προλήψεως, δεήσει λοιπὸν καὶ τῶν παρὰ τοῖς σκεπτικοῖς εἰς τὸ προκείμενον λεγομένων ἐφάπτεσθαι.
εἰ τοίνυν ἔστι τι φύσει ἀγαθὸν καὶ ἔστι τι φύσει κακόν, τοῦτο ὀφείλει κοινὸν εἶναι πάντων καὶ πᾶσιν ὑπάρχειν ἀγαθὸν ἢ κακόν. ὥσπερ γὰρ τὸ πῦρ φύσει ἀλεαντικὸν καθεστὼς πάντας ἀλεαίνει καὶ οὐχ οὓς μὲν ἀλεαίνει, οὓς δὲ ψύχει, καὶ ὃν τρόπον ἡ χιὼν ψύχουσα οὐχὶ τοὺς μὲν ψύχει, τοὺς δὲ ἀλεαίνει, πάντας δ’ ὁμοίως ψύχει, οὕτω τὸ φύσει ἀγαθὸν πᾶσιν ὀφείλει τυγχάνειν ἀγαθὸν καὶ οὐχὶ τοῖς μὲν ἀγαθόν, τοῖς δ’ οὐκ ἀγαθόν.