Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

παρὸ καὶ ὁ Πλάτων συνιστὰς, ὅτι φύσει ἀγαθόν ἐστιν ὁ θεός, ἀπὸ τῶν ὁμοίων ἐπικεχείρηκεν. ὧς γὰρ θερμοῦ, φησίν, ἴδιόν ἐστι τὸ θερμαίνειν καὶ ψυχροῦ ἴδιόν ἐστι τὸ ψύχειν, οὕτω καὶ ἀγαθοῦ ἴδιόν ἐστι τὸ ἀγαθοποιεῖν· τἀγαθὸν δέ γε ὁ θεός·

ἴδιον ἄρα ἐστὶ θεοῦ τὸ ἀγαθοποιεῖν. ὥστε εἰ ἐστι τι φύσει ἀγαθόν, τοῦτο πρὸς ἅπαντάς ἐστιν ἀγαθόν, καὶ εἰ ἐστι τι φύσει κακόν, τοῦτο πρὸς ἅπαντάς ἐστι κακόν. οὐδὲν δὲ κοινὸν πάντων ἐστὶν ἀγαθὸν ἢ κακόν, ὡς παραστήσομεν·

οὐκ ἄρα ἔστι τι φύσει ἀγαθὸν ἢ κακόν. ἤτοι γὰρ πᾶν τὸ ὑπό τινος δοξαζόμενον ἀγαθὸν ῥητέον ταῖς ἀληθείαις ἀγαθόν, ἢ οὐ πᾶν. καὶ πᾶν μὲν οὐ ῥητέον· εἰ γὰρ πᾶν τὸ ὑπό τινος δοξαζόμενον ἀγαθὸν λέγοιμεν ἀγαθόν, ἐπεὶ ταὐτὸν ὑπὸ ἑτέρου δοξάζεται κακὸν καὶ ὑπὸ ἄλλου ἀγαθὸν καὶ ὑπὸ διαφέροντος δοξάζεται ἀδιάφορον, δώσομεν τὸ αὐτὸ ἅμα καὶ κακὸν καὶ ἀγαθὸν καὶ ἀδιάφορον ὑπάρχειν.

οἷον τὴν ἡδονὴν ὁ μὲν Ἐπίκουρος ἀγαθὸν εἶναί φησιν, δὲ εἰπών· “ μανείην μᾶλλον ἢ ἢ ἡσθείνη” κακόν, οἱ δὲ ἀπὸ τῆς Στοᾶς ἀδιάφορον καὶ οὐ προηγμένον, ἀλλὰ Κλεάνθης (fr. 574 Arn.) μήτε κατὰ φύσιν [*](69 ~ Hyp. III 179.) [*](73 cf. Hyp. ΙΙΙ 180—181.) [*](2 λεγόμενον N 7 an <φύσει> ψύχουσα? 24 δοξάζεται del. Bekk. 28 τῆς om. N)

αὐτὴν εἶναι μήτε ἀξίαν ἔχειν [αὐτὴν] ἐν τῷ βίῳ, καθάπερ δὲ τὸ κάλλυντρον κατὰ φύσιν μὴ εἷναι, ὁ δὲ Ἀρχέδημος (fr.22 Arn.) κατὰ φύσιν μὲν εἶναι ὧς τἀς ἐν μασχάλῃ τρίχας, οὐχὶ δὲ καὶ ἀξίαν ἔχειν, Παναίτιος (fr. 39 Fowler) δὲ τινὰ μὲν κατὰ φύσιν ὑπάρχειν, τινὰ δὲ παρὰ φύσιν.

εἰ δὴ τοίνυν πᾶν τό τινι φαινόμενον ἀγαθόν, τοῦτο πάντως ἔστιν ἀγαθόν, ἐπεὶ ἡ ἡδονὴ τῷ μὲν Ἐπικούρῳ φαίνεται ἀγαθόν, τινὶ δὲ τῶν Κυνικῶν κακόν, τῷ δ’ ἀπὸ τῆς Στοᾶς ἀδιάφορον, ἔσται ἡ ἡδονὴ ἀγαθὸν ἅμα καὶ κακὸν καὶ ἀδιάφορον. οὐχὶ δέ γε δύναται τῇ φύσει τὸ αὐτὸ τὰ ἐναντία τυγχάνειν, ἀγαθὸν ἅμα καὶ κακὸν καὶ ἀδιάφορον· οὐκ ἄρα πᾶν τό τινι φαινόμενον ἀγαθὸν ἢ κακόν, τοῦτο ῥητέον εἶναι ἀγαθὸν ἢ κακόν.

εἰ δὲ τό τινι φαινόμενον ἀγαθὸν καὶ παντὶ ἔστιν ἀγαθόν, ὀφείλομεν καταληπτικοὶ εἶναι καὶ διακρίνειν δύνασθαι τὴν ἐν τοῖς δοξαζομένοις ἀγαθοῖς διαφοράν, ὥστε λέγειν τὸ μὲν τῷδε δοξαζόμενον ἀγαθὸν ταῖς ἀληθείαις εἶναι ἀγαθόν, τὸ δὲ τῷδε δοξάζεσθαι μὲν ἀγαθόν, οὐκ εἶναι δὲ τῇ φύσει ἀγαθόν.

ἤτοι οὖν δι’ ἐναργείας ταύτην τὴν διαφορὰν λαμβάνεσθαι συμβέβηκεν ἢ διὰ λόγου τινός. ἀλλὰ δι’ ἐναργείας ἀμήχανον. πᾶν γὰρ τὸ δι’ ἐναργείας προσπίπτον κοινῶς τε καὶ συμφώνως λαμβάνεσθαι πέφυκεν ὑπὸ τῶν ἀπαραποδίστους ἐχόντων τὰς ἀντιλήψεις, ὧς παρὸν ρὸν ἰδεῖν ἐπὶ πάντων σχεδὸν τῶν φαινομένων. οὐχὶ δέ γε συμφώνως τὸ αὐτὸ πᾶσιν ἀγαθὸν εἶναι λέγεται, ἀλλὰ τοῖς μὲν ἀρετὴ καὶ τὸ μετέχον ἀρετῆς, τοῖς δὲ ἡδονή, τοῖς δὲ ἀλυπία, τισὶ δ’ ἄλλο τι. οὔκ ἄρα ἐναργῶς προσπίπτει πᾶσι τὸ ὄντως ἀγαθόν.

εἰ δὲ λόγῳ λαμβάνεται, ἐπεὶ ἕκαστος πάντων τῶν κατὰ διαφόρους αἱρέσεις κοσμουμένων ἔδιον ἔχει λόγον, καὶ ἄλλον μὲν Ζήνων, δι’ οὗ τὴν ἀρετὴν ἀγαθὸν εἶναι δεδόξακεν, ἄλλον δ’ Ἐπίκουρος, δι’ οὗ [*](30 αὐτὴν alt. del. Bekk. 31 κάλυντρον ς post κάλλυντρον iac. stat. Eiistow 32 ἀρχαίδημος N 4/5 τοῖς δ’ ἀπὸ Heintz coll. p. 560, 28 8 et 9 τι N 10 παντὶ G: πάντῃ edd. καταληπτικὸν N καὶ om. N 10 /11 διακρῖνον N 12 ταῖς — 13 μὲν ἀγαθόν om. E 13 δοξάζεσθαι scr.: δοξάζεται NL: δοξαζόμενον ς μὲν om. ς οὐκ εἶναι scr.: οὐκ ἔστι G: οὐκέτι Fabr. 14 οὖν om. ς 18 ἀπαραποδίστως NE)

τὴν ἡδονήν, οὐ τὸν αὐτὸν δὲ Ἀριστοτέλης, δι’ οὗ τὴν ὑγείαν, ἴδιον πάλιν ἕκαστος εἰσηγήσεται ἀγαθόν, ὅπερ οὐκ ἔστι τῇ φύσει ἀγαθόν, οὐδὲ κοινὸν πάντων.

τοίνυν οὐδέν ἐστι φύσει ἀγαθόν. εἰ γὰρ τὸ μὲν ἴδιον ἑκάστου οὐκ ἔστιν ἀγαθὸν πάντων οὐδὲ φύσει, παρὰ δὲ τὸ ἴδιον ἑκάστου ἀγαθὸν οὐδὲν ἔστι συμφώνως ἀγαθόν, οὐδὲν ἔστιν ἀγαθόν.

Καὶ μὴν εἰ ἔστι τι ἀγαθόν, τοῦτο κατὰ τὸν ἴδιον λόγον αἱρετὸν ὀφείλει τυγχάνειν, ἐπεὶ πᾶς ἄνθρωπος αἱρεῖται τούτου τυγχάνειν ὥσπερ καὶ τὸ κακὸν φυγεῖν. οὐδὲν δέ γε αἱρετόν ἐστι κατὰ τὸν ἴδιον λόγον ὧς αἱρετόν, καθάπερ δείξομεν· οὐκ ἄρα τι ἔστιν ἀγαθόν.

εἰ γάρ ἐστί τι κατὰ τὸν ἴδιον λόγον αἱρετόν, ἤτοι αὐτὸ τὸ αἱρεῖσθαι αἱρετόν ἐστιν ἢ ἕτερόν τι παρὰ τοῦτο, οἷον <ἤτοι> τὸ τὸν πλοῦτον αἱρετόν ἐστιν ἢ αὐτὸς ὁ πλοῦτος αἱρετός ἐστιν. καὶ αὐτὸ μὲν τὸ αἱρεῖσθαι οὐκ ἂν εἴη αἱρετόν.

εἰ γὰρ αἱρετόν ἐστι κατὰ τὸν ἴδιον λόγον τὸ αἱρεῖσθαι, οὐκ ὀφείλομεν σπουδάζειν τυχεῖν οὗπερ αἱρούμεθα, ἵνα μὴ ἐκπέσωμεν τοῦ ἔτι αἱρεῖσθαι. ὥσπερ γὰρ #x003C; . . . . . . #x003E; τὸ πίνειν ἢ ἐσθίειν, ἴνα μὴ πιόντες ἢ φαγόντες ἐκπέσωμεν τοῦ ἔτι θέλειν τὸ πίνειν ἢ ἐσθίειν, οὕτως εἰ τὸ αἱρεῖσθαι πλοῦτον ἢ ὑγείαν αἱρετόν ἐστιν, οὐκ ἐχρῆν ἡμᾶς διώκειν τὸν πλοῦτον ἢ τὴν ἡγείαν, ἴνα μὴ τυχόντες αὐτῶν ἐκπέσωμεν τοῦ ἔτι αἱρεῖσθαι.

διώκομεν δέ γε τὴν τεῦξιν αὐτῶν· οὐκ ἄρα αἱρετόν ἐστι τὸ αἱρεῖσθαι, φευκτὸν δὲ μᾶλλον. καὶ ὃν τρόπον ὁ ἐρῶν σπεύδει τυχεῖν τῆς ἐρωμένης, ἴνα φύγῃ τὴν ἐν τῷ ἐρᾶν ὄχλησιν, καὶ ὧς ὁ διψῶν ἐπείγεται πιεῖν, ἵνα φύγῃ τὴν ἐν τῷ διψῆν βάσανον, ὧδε καὶ ὁ ἐν τῷ αἱρεῖσθαι πλοῦτον ὀχλούμενος κατὰ τὸ αἱρεῖσθαι ἐπεί- [*](79—84 ~ Hyp. ΙΙΙ 183—184.) [*](28/29 οὐκ ἔστι scr.: οὐδὲν N: οὐκ ἐν LEg: οὐκ ἦν Fabr. 6 ὧς αἱρετόν del. Heintz 9 ἤτοι add. Bekk. 14 lacunam stat. Bekk., qui dubit. coni. ἐμβραδύνομεν τῷ vel ἀναβαλλόμεθα τὸ vel φεύγομεν τὸ: plura exciderunt. cf. p. 164, 19 sqq. εἰ ἀγαθὸν ἦν τὸ ἀντιποιεῖσθαι ποτοῦ ἢ βρώσεως, οὐκ ἂν ἐζητοῦμεν e. g. Riistow) 23 διψᾶν N 24 κατὰ τὸ αἱρεῖσθαι ut giossema del. Heintz)

γεται τυχεῖν πλούτου, ἵνα ἀπαλλαγῇ τοῦ ἔτι αἱρεῖσθαι.

εἰ δ᾿ ἕτερόν τί ἐστι τὸ αἱρετὸν παρ᾿ αὐτὸ τὸ αἱρεῖσθαι, ἤτοι τῶν κεχωρισμένων ἐστὶν ἡμῶν ἢ τῶν περὶ ἡμᾶς. καὶ εἰ μὲν κεχώρισται ἡμῶν καὶ ἐκτός ἐστιν, ἤτοι συμβαίνει τι περὶ ἡμᾶς ἐξ αὐτοῦ ἤ οὐδὲν συμβαίνει· οἷον ἀπὸ τοῦ φίλου ἢ τοῦ σπουδαίου ἀνθρώπου ἢ τέκνου ἢ ἄλλου τινὸς τῶν ἐκτὸς εἶναι λεγομένων ἀγαθῶν ἢ συμβαίνει τι περὶ ἡμᾶς ἐξ αὐτοῦ <ἀστεῖον> κίνημα καὶ ἀποδεκτὸν κατάστημα καὶ ἀγαστὸν πάθος, ἢ οὐδὲν συμβαίνει τοιοῦτον οὐδέ ἐσμεν ἐν διαφόρῳ κινήματι, ὅτε αἱρετὸν ἡγούμεθα τὸν φίλον ἢ τὸ τέκνον.

καὶ εἰ μὲν οὐδὲν ἀπαξαπλῶς γίνεταί τι τοιοῦτον περὶ ἡμᾶς, οὐδ᾿ ὅλως ἔσται τὸ ἐκτὸς αἱρετὸν ἡμῖν. πῶς γάρ, πρὸς ὃ ἀκινήτως διακείμεθα, τούτου οἷόν τε αἵρεσιν ποιεῖσθαι ἡμᾶς;

καὶ γὰρ ἄλλως· εἴπερ τὸ μὲν χαρτὸν νενόηται ἐκ τοῦ χαίρειν ἡμᾶς ἀπ᾿ αὐτοῦ, τὸ δὲ λυπηρὸν ἐκ τοῦ λυπεῖσθαι, τὸ δὲ ἀγαθὸν ἐκ τοῦ ἄγασθαι, ἀκολουθήσει, ἐξ οὗ μήτε χαρά τις ἡμῖν ἐγγίνεται μήτε ἀγαστὴ διάθεσις μήτε ἀσμενιστόν τι κίνημα, ἐκ τούτου μηδὲ αἵρεσίν τινα ἐμφύεσθαι.

εἰ δὲ γίνεταί τι περὶ ἡμᾶς ἀπὸ τοῦ ἐκτός, οἷον τοῦ φίλου ἢ τοῦ τέκνου, προσηνὲς κατάστημα καὶ ἀσμενιστὸν πάθος, ἔσται οὐ δι᾿ αὐτὸν αἱρετὸς ὁ φίλος ἢ τὸ τέκνον, διὰ δὲ τὸ προσηνὲς τοῦτο κατάστημα καὶ ἀσμενιστὸν πάθος. ἀλλ᾿ ἦν γε τὸ τοιοῦτο κατάστημα οὐκ ἐκτός, ἀλλὰ περὶ ἡμᾶς. οὐδὲν ἄρα τῶν ἐκτὸς δι᾿ αὑτὸ αἱρετόν ἐστιν ἢ ἀγαθόν.

καὶ μὴν οὐδὲ τῶν περὶ ἡμᾶς ἐστι τὸ αἱρετὸν καὶ ἀγαθόν. ἤτοι γὰρ σωματικόν ἐστι τοῦτο μόνον ἢ ψυχικόν. ἀλλὰ σωματικὸν μὲν μόνον οὐκ ἂν εἴη· εἰ γὰρ σωματικὸν μόνον ὑποκέοιτο, οὐκέτι δὲ καὶ ψυχικὸν πάθος, ἐκφεύξεται τὴν γνῶσιν ἡμῶν (ψυχῆς γάρ ἐστι πᾶσα γνῶσις) καὶ ἴσον ἔσται τοῖς ἐκτὸς ὑποκειμένοις καὶ μηδεμίαν ἔχουσι πρὸς [*](87—89 ~ Hyp. III 185—186.) [*](32 ἀστεῖον add. Bekk. coll. p. 164, 29 1 ἀγαστὸν N (cf. p. 164, 29): ἀγαθὸν LEg 4 οὐδ’ Bekk.: οὐθ’ G 5 ἀκινήτως N: κινητῶς LEς 9 ἄγασθαι Gen.: ἀγᾶσθαι LEς: ἄγεσθαι N 14 αἱρετὸς ς: αἱρετὸν NLE)

ἡμᾶς συμπάθειαν.

εἰ δὲ διατείνουσαν ἔχοι τὴν εὐαρέστησιν εἰς ψυχήν, ἔσται κατ’ αὐτὴν αἱρετὸν καὶ ἀγαθόν, ἀλλ’ οὐ καθὸ ψιλῶς σωματικόν ἐστι κίνημα. πᾶν γὰρ αἱρετὸν κατὰ αἴσθησιν ἢ νόησιν κρίνεται, οὐ κατ’ ἄλογον σῶμα. ἀλλ’ ἦγε τὸ αἱρετὸν λαμβάνουσα αἴσθησις ἢ διάνοια ψυχή ἐστι κατὰ τὸν ἴδιον λόγον· οὐδὲν ἄρα τῶν περὶ σῶμα συμβαινόντων δι’ αὐτὸ αἱρετόν ἐστι καὶ ἀγαθόν, ἀλλ’ εἰ ἄρα, τῶν περὶ ψυχήν,

ὃ πάλιν εἰς τὴν ἀρχῆθεν κυλίεται ἀπορίαν. τῆς γὰρ ἑκάστου διανοίας ἀσυμφώνους ἐχούσης τἀς κρίσεις πρὸς τὴν τοῦ πέλας, ἀνάγκη ἕκαστον τὸ φαινόμενον αὑτῷ ἀγαθὸν ἡγεῖσθαι. οὐκ ἦν δὲ τὸ ἑκάστῳ φαινόμενον ἀγαθὸν φύσει ἀγαθόν. οὐδὲ ταύτῃ τοίνυν τί ἐστιν ἀγαθόν.