Adversus Mathematicos
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).
ἀλλ’ οἱ μὲν ἀρχαιότεροι, ὧς προεῖπον, τοιοῦτοί τινες ἦσαν· οἱ δ’ ἀπὸ τῆς Στοᾶς θέλουσιν ἐπὶ τῆς τοῦ ἀγαθοῦ προσηγορίας τὸ δεύτερον σημαινόμενον ἐμπεριληπτικὸν εἶναι τοῦ πρώτου καὶ τὸ τρίτον περιληπτικὸν τῶν δυεῖν. ἦσαν δὲ οἱ φάσκοντες (Stoic. fr. III 73 Arn.) ἀγαθὸν [*](24a) ὑπάρχειν τὸ δι’ αὐτὸ αἱρετόν. οἱ δ’ οὕτως· ‘‘ἀγαθόν ἐστι τὸ συλλαμβανόμενον πρὸς εὐδαιμονίαν”, τινὲς δὲ “τὸ συμπληρωτικὸν εὐδαιμονίας”. εὐδαιμονία [*](30 ~ Hyp. III 172.) [*](2/3 ἐμπεριλ. Bekk.: ἐκπεριλ. G (cf. p. 161, 17) 18 ἔνυδρον N 14 καὶ om. LE 16 ἡ alt. ς: om. NLE)
δέ ἐστιν, ὧς οἱ τε περὶ τὸν Ζήνωνα (fr. 184 Arn.) καὶ Κλεάνθην καὶ Χρύσιππον ἀπέδοσαν, εὔροια βίου.Πλὴν τὸ μὲν γένος τῆς τοῦ ἀγαθοῦ ἀποδόσεως ἐστι τοιοῦτον·
εἰώθασι δ’ ἔνιοι, τριχῶς λεγομένου τἀγαθοῦ, πρὸς τὸν τοῦ πρώτου σημαινομένου ὅρον εὐθὺς ἐπιζητεῖν, καθὸ λέγει· “τὸ ἀγαθόν ἐστι τὸ ὑφ’ οὗ ἢ ἀφ’ οὗ ἔστιν ὠφελεῖσθαι”, ὡς εἰ ταῖς ἀληθείαις ἀγαθόν ἐστι τὸ ἀφ’ οὗ ἔστιν ὠφελεῖσθαι, μόνην ῥητέον τὴν γενικὴν ἀρετὴν ἀγαθὸν ὑπάρχειν (ἀπὸ μόνης γὰρ ταύτης συμβαίνει τὸ ὠφελεῖσθαι), ἐκπίπτειν δὲ τοῦ ὅρου ἑκάστην τῶν εἰδικῶν, οἷον τὴν φρόνησιν καὶ τὴν σωφροσύνην καὶ τὰς λοιπάς.
ἀπ’ οὐδεμιᾶς γὰρ αὐτῶν συμβαίνει [τὸ] αὐτὸ τοῦτο τὸ ὠφελεῖν, ἀλλ’ ἀπὸ μὲν τῆς φρονήσεως τὸ φρονεῖν καὶ οὐ κοινότερον τὸ ὠφελεῖν (εἰ γὰρ αὐτὸ τοῦτο συμβαίνοι, τὸ ὠφελεῖν, οὐκ ἔσται ὡρισμένως φρόνησις, γενικὴ δ’ ἀρετή), καὶ ἀπὸ τῆς σωφροσύνης τὸ κατ’ αὐτὴν κατηγόρημα, σωφρονεῖν, οὐ τὸ κοινόν, ὠφελεῖν, καὶ ἐπὶ τῶν λοιπῶν τὸ ἀνάλογον.
οἱ δ’ ἀντικαθιστάμενοι πρὸς τοῦτο τὸ ἔγκλημα τοῦτό φασιν· ὅταν λέγωμεν· ‘‘ἀγαθόν ἐστιν ἀφ’ οὗ συμβαίνει τὸ ὠφελεῖσθαι”, ἐν ἴσῳ τούτῳ λέγομεν· “ἀγαθόν ἐστιν ἀφ’ οὗ συμβαίνει τι τῶν ἐν τῷ βίῳ ὠφελεῖσθαι”. οὕτω γὰρ καὶ ἑκάστη τῶν ἐπ’ εἴδους ἀρετῶν ἀγαθὸν γενήσεται, κοινῶς μὲν τὸ ὠφελεῖν μὴ ἐπιφέρουσα, τὶ δὲ τῶν ἐν τῷ <βίῳ> ὠφελεῖσθαι παρεχομένη, οἶον ἡ <τὸ> φρονεῖν, καθάπερ ἡ φρόνησις, ἡ δὲ τὸ σωφρονεῖν, ὧς σωφροσύνη.
θελήσαντες δὲ οὗτοι ὧς ἀπολογούμενοι τὸ πρότερον ἔγκλημα φυγεῖν, εἰς ἕτερον ἀπεκυλίσθησαν. εἰ γὰρ ἕτερον] ἔστι τὸ λεγόμενον τοιοῦτο· ‘‘ἀγαθόν ἐστιν ἀφ’ οὗ συμβαίνει τι τῶν ἐν τῷ βίῳ ὠφελεῖσθαι”, ἡ γενικὴ ἀρετὴ [*](31 σημαινόμενον ς 2 ἔστιν om. ς 3 συμβαίνει LEς: ἐστὶ N 4 ἑκάστην Lς: ἑκάστη N: ἑκάστου E 6 τὸ ante αὐτὸ del. coll. V. 8 τὸ ante ὠφ. om. LEς 8 συμβαίνοι N: συμβαίνἕἵ E: συμβαίνει Lg 13 λεγώμεθα ’ς 14 τούτω LE: τοῦτο Νς post λέγομεν add. Bekk. (qni legit τοῦτο) 18 βίῳ add. Bekk. cf. V. 23 19 τὸ pr. addidi τὸ alt. deL Bekk. 22 ἕτερον del. Bekk. τοιοῦτο Bekk.: τούτων Gr)
ἀγαθὸν οὖσα οὐχ ὑποπεσεῖται τῷ ὅρῳ· οὐ γὰρ ἀπ’ αύτῆς συμβαίνει τι τῶν ἐν τῷ βίῳ ὠφελεῖσθαι (ἐπεὶ μία τῶν ἐπ’ εἴδους γενήσεται), ἀλλ’ ἀπλῶς τὸ ὠφελεῖσθαι.Καὶ ἕτερα δὲ εἴωθε λέγεσθαι πρὸς τοὺς τοιούτους ὅρους, δογματικῆς ἐχόμενα περιεργίας. ἡμῖν δὲ ἀπόχρη ἀποδεῖξαι, ὅτι ὁ λέγων ἀγαθὸν τὸ ὠφελοῦν ἢ τὸ δι’ αὐτὸ αἱρετὸν ἢ τὸ συνεργοῦν πρὸς εὐδαιμονίαν, ἢ οὕτω πως ἀποδιδούς, οὐχ ὃ ἔστιν ἀγαθὸν διδάσκει, ἀλλὰ τὸ συμβεβηκὸς αὐτῷ παρίστησιν. ὁ δὲ τὸ συμβεβηκὸς τἀγαθῷ παριστὰς οὐκ αὐτὸ δείκνυσι τἀγαθόν. εὐθέως γοῦν τὸ μὲν ὅτι ὠφελεῖ τἀγαθὸν καὶ τὸ ὅτι αἱρετόν ἐστι, παρὸἀγαθὸν εἴρηται τὸ οἶον ἀγαστόν (Plato Craty l. p. 412C), ὅτι <τε> εὐδαιμονίας ἐστὶ ποιητικόν, πάντες ἀλλ’ ἐὰν προσεξετάζηται, τί ποτε ἔστι τοῦτο
τὸ ὠφελοῦν καὶ δι’ αὐτὸ αἱρετὸν καὶ εὐδαιμονίας ποιητικόν, οὐκέτι ὁμοφρονήσουσι, καίπερ συμφώνως πρότερον αὐτὸ λέγοντες τὸ ὠφελοῦν καὶ τὸ αἱρετόν, ἀλλ’ εἰς ἄπιστον ἐξενεχθήσονται πόλεμον, τοῦ μὲν ἀρετὴν λέγοντος, τοῦ δ’ ἡδονήν, τοῦ δ’ ἀλυπίαν, τοῦ δ’ ἄλλο τι τῶν διαφερόντων.
εἰ δέ γε ἐκ τῶν προειρημένων ὅρων ἐδείκνυτο, ὃ ἔστι τὸ ἀγαθόν, οὐκ ἂν ἐπεστασίαζον ὧς ἀγνοουμένης τῆς τἀγαθοῦ φύσεως. τοίνυν οὐχ ὃ ἔστι τὸ ἀγαθὸν οἱ ἐκκείμενοι ὅροι διδάσκουσιν, ἀλλὰ τὸ συμβεβηκὸς τἀγαθῷ. διόπερ οὐδὲ κατὰ τοῦτο μόνον εἰσὶ μοχθηροί, ἀλλὰ καὶ καθόσον ἀδυνάτου τινὸς ἐφίενται πράγματος·
ὁ γὰρ ἀγνοῶν τι τῶν ὄντων, οὗτος οὐδὲ τὸ συμβεβηκὸς ἐκείνῳ γινώσκειν δύναται. οἷον ὁ πρὸς τὸν ἀγνοοῦντα, τί ἐστιν ἵππος, λέγων· “ἳππος ἐστὶ ζῷον χρε- [*](35—39 ~ Hyp. III 173—174.) [*](28 περιεργείας NV 80 <τὴν> εὐδαιμονίαν N at cf. p. 161, 24 31 fort. ἔστι τἀγαθὸν? 3 τἀγαθὸν ς: τὸ ἀγαθὸν NLE τὸ om. N B τε add. Bekk. συγχωροῦσι πάντες N d ἄπιστον G: ἄσπειστον Fabr. post Hervetum (irreconciUdbile) : sed cf. Max. Tyr. p. 318, 18 Hob. Euseb. de laude Const. XV 766 et ipsum Sext. p. 162, 12, ubi nunc ἄπιστον restituere maluerim 14 τὸ prius om. N)
μετιστικόν” οὐ διδάσκει, ὃ ἔστιν ἵππος· τῷ γὰρ μὴ γινώσκοντι τὸν ἵππον καὶ τὸ χρεμετίζειν ἀγνοεῖται, ὅπερ ἦν τοῦ ἵππου συμβεβηκός. καὶ ὁ πρὸς τὸν μὴ κατ’ εἰληφότα, τί ἐστι βοῦς, προφερόμενος· “βοῦς ἐστι ζῷον μυκητικόν” οὐ παρίστησι τὸν βοῦν· τῷ γὰρ μὴ γινώσκοντι τοῦτον συνακαταληπτεῖται καὶ τὸ μυκᾶσθαι, συμβεβηκὸς ὑπάρχον τοῦ βοός.οὐκοῦν καὶ πρὸς τὸν ἀνεννόητον ὄντα τἀγαθοῦ μάτην καὶ ἀνωφελῶς λέγεται, ὅτι ἀγαθόν ἐστι τὸ αἱρετὸν ἢ τὸ ὠφελοῦν. πρῶτον γὰρ δεῖ μαθεῖν τὴν αὐτοῦ τοῦ ἀγαθοῦ φύσιν, εἶτα τότε συνιέναι, ὅτι ὠφελεῖ καὶ ὅτι αἱρετόν ἐστι καὶ εὐδαιμονίας ποιητικόν. ἐπ’ ἀγνοουμένῃ δὲ ταύτῃ καὶ οἱ τοιοῦτοι τῶν ὅρων οὐ διδάσκουσι τὸ ζητούμενον.
Δείγματος μὲν οὖν χάριν ἀπαρκέσει ταῦτ’ εἰρῆσθαι περὶ τῆς τἀγαθοῦ νοήσεως. ἐξ ὧν, ὧς οἶμαι, σαφῆ τυγχάνει καὶ τὰ περὶ τοῦ κακοῦ τεχνολογούμενα παρὰ τοῖς ἑτεροδόξοις. κακὸν γάρ ἐστι τὸ ἐναντίον τῷ ἀγαθῷ· ὅπερ βλάβη ἐστὶν ἢ οὐχ ἕτερον βλάβης, καὶ βλάβη μὲν ὥσπερ κακία καὶ ἡ φαύλη πρᾶξις, οὐχ ἕτερον δὲ βλάβης καθάπερ ὁ φαῦλος ἄνθρωπος καὶ ὁ ἐχθρός.
μεταξὺ δὲ τούτων (φημὶ δὲ τοῦ τε ἀγαθοῦ καὶ κακοῦ, ὅπερ καὶ ἀδιάφορον ὠνομάζετο) ἔστι τὸ οὐδετέρως ἔχον. τίς δ’ ἦν ἡ τῶν ὅρων τούτων δύναμις καὶ τίνα ῥητέον πρὸς τοὺς ὅρους, ἐκ τῶν περὶ τἀγαθοῦ λελεγμένων (§ 21 — 39) πάρεστι νῦν δ’ ἐπὶ προκατασταθεῖσι τούτοις μετελθόντες σκεψώμεθα, εἰ ὥσπερ ἐπινοεῖταί τι ἀγαθὸν καὶ κακόν, οὕτω καὶ πρὸς τὴν φύσιν ὑπαρκτόν ἐστιν.
Ὅτι μὲν οὖν οὐ κεκρατημένως ὑπέγραψαν οἱ δογματικοὶ τὴν ἐπίνοιαν τοῦ τε ἀγαθοῦ καὶ κακοῦ, πρότερον [*](40 ~ Hyp. ΙΙΙ 176.) [*](42—44 ~ Hyp. III 175.) [*](27 τἀγαθοῦ ς: ἀγαθοῦ NLE 11 λελεγμένων N: λεγομένων ς)
ἐπελογισάμεθα· πρὸς δὲ τὸ εὐχερέστερον συμπεριφέρεσθαι τοῖς περὶ τῆς ὑπάρξεως αὐτοῦ λόγοις αὔταρκές ἐστιν εἰπεῖν, ὡς ἄρα πάντες ἄνθρωποι, καθάπερ ἔλεγε καὶ ὁ Αἰνησίδημος, ἀγαθὸν ἡγούμενοι τὸ αἱροῦν ὁποῖον ἄν ποτ’ ᾖ 5 μαχομένας ἔχουσι τἀς ἐν εἴδει περὶ αὐτοῦ κρίσεις.καὶ ὃν τρόπον συμφωνοῦντες, εἰ τύχοι, περὶ τοῦ εἶναί τινα σωματικὴν εὐμορφίαν περὶ τῆς εὐμόρφου καὶ καλῆς γυναικὸς στασιάζουσιν, τοῦ μὲν Αἰθίοπος τὴν σιμοτάτην καὶ μελαντάτην προκρίνοντος, τοῦ δὲ Περσοῦ τὴν γρυποτάτην καὶ λευκοτάτην ἀποδεχομένου, ἄλλου δὲ τὴν μέσην κατά τε τὸν χαρακτῆρα καὶ κατὰ τὴν χρόαν πασῶν καλλίονα λέγοντος,
τὸν αὐτὸν τρόπον κατὰ κοινὴν πρόληψιν δοξάζοντες εἶναί τι ἀγαθὸν καὶ κακὸν οἱ τε ἰδιῶται καὶ οἱ φιλόσοφοι, ἀγαθὸν μὲν τὸ αἱροῦν αὐτοὺς καὶ ὠφελοῦν, κακὸν δὲ τὸ ἐναντίως ἔχον, κατ’ εἶδος πρὸς ἀλλήλους πολεμοῦσιν·
ἄλλος γάρ τ’ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις (ξ καὶ κατ’ Ἀρχίλοχον (fr. 36 Bergk)
οἱ μὲν γὰρ ἀπὸ τῆς Ἀκαδημίας καὶ τοῦ Περιπάτου τρία γένη φασὶν εἶναι τῶν ἀγαθῶν, καὶ ἃ μὲν περὶ ψυχὴν ὑπάρχειν, ἃ δὲ περὶ σῶμα, ἃ δὲ ἐκτὸς ψυχῆς τε καὶ σώματος, περὶ μὲν οὖν ψυχὴν τὰς ἀρετάς, περὶ δὲ τὸ σῶμα ὑγίειαν καὶ εὐεξίαν καὶ εὐαισθησίαν καὶ κάλλος καὶ πὰν ὃ τῆς ὁμοίας ἐστὶν ἰδέας, ἐκτὸς δὲ ψυχῆς καὶ σώματος πλοῦτον πατρίδα γονεῖς τέκνα φίλους, τὰ παραπλήσια.
οἱ δὲ ἀπὸ τῆς Στοᾶς (III 96 Arn.) τρία μὲν γένη τῶν ἀγαθῶν καὶ αὐτοὶ τυγχάνειν ἔλεξαν, οὐχ ὡσαύτως δ’ ἑ· τούτων γὰρ τὰ μὲν περὶ ψυχήν τὰ δ’ ἐκτός, δὲ οὔτε [*](44—47 ~ Hyp. III 180—181.) [*](21 ποτ’ ἂν N 24/25 σιμότητα ς 25 μελαντάτην Gen.: μελαντοτάτην NLE: μελανοτάτην ς 28 <καὶ> κατὰ ς 30 οἱ alt. om. NL 3 ἐπ’ Gen.: ἐπὶ G κραδίην ’ς il δὲ om. N)
περὶ ψυχὴν οὔτε ἐκτός, ἐξαιροῦντες τὸ γένος τῶν περὶ τὸ σῶμα ἀγαθῶν ὧς μὴ ἀγαθῶν. καὶ δὴ περὶ μὲν ψυχὴν εἶναί φασι τὰς ἀρετὰς καὶ <τὰς> πράξεις, ἐκτὸς δὲ εἶναι τόν τε φίλον καὶ τὸν σπουδαῖον ἄνθρωπον καὶ τὰ σπουδαῖα τέκνα καὶ γονεῖς [*](19a) καὶ τὰ ὅμοια, οὔτε δὲ περὶ ψυχὴν οὔτε ἐκτὸς αὐτὸν τὸν σπουδαῖον ἄνθρωπον ὡς πρὸς ἑαυτόν. οὔτε γὰρ ἐκτὸς ἑαυτοῦ δύνατόν εἶναι αὐτὸν οὔτε περὶ ψυχήν· ἐκ γὰρ ψυχῆς καὶ σώματος συνέστηκεν.εἰσὶ δὲ οἱ τοσοῦτον ἀπέχοντες τοῦ ἐξαιρεῖν τὸ γένος τῶν περὶ σώματι ἀγαθῶν, ὧς καὶ ἐν αὐτοῖς τὸ ἀρχικώτατον ἀπολιπεῖν ἀγαθόν· ὁποῖοί εἰσιν οἱ τὴν κατὰ σάρκα ἡδονὴν ἀσπαζόμενοι. καὶ ἕνα μὴ δοκῶμεν νῦν ἐπὶ πλεῖον ἐκτείνειν τὸν λόγον παριστάντες, ὅτι ἀσύμφωνός ἐστι καὶ μαχομένη ἡ περὶ ἀγαθοῦ τε καὶ κακοῦ τῶν ἀνθρώπων κρίσις, ἐπὶ ἑνὸς ὑποδείγματος ποιησόμεθα τὴν ὑφήγησιν, καθάπερ τῆς ὑγείας, ἐπεὶ καὶ συνηθέστερός ἐστιν ἡμῖν ὁ περὶ αὐτῆς λόγος.
Οὐκοῦν τὴν ὑγείαν οἱ μὲν νομίζουσιν ἀγαθὸν εἶναι οἱ δ’ οὐκ ἀγαθόν, καὶ τῶν ἀγαθὸν ὑπολαμβανόντων οἱ μὲν μέγιστον ἀγαθὸν ταύτην ἔλεξαν, οἱ ὁ οὐ μέγιστον, καὶ τῶν οὐκ ἀγαθὸν εἰπόντων οἱ μὲν ἀδιάφορον προηγούμενον, οἱ δὲ ἀδιάφορον μέν, οὐ προηγούμενον δέ.
ἀγαθὸν μὲν οὖν, καὶ τοῦτο πρῶτον, εἰρήκασι τὴν ὑγείαν οὐκ ὀλίγοι τῶν τε ποιητῶν καὶ τῶν συγγραφέων καὶ καθόλου πάντες οἱ ἀπὸ τοῦ βίου. Σιμωνίδης (fr. 70 Bergk) μὲν γὰρ ὁ μελοποιός φησι μηδὲ καλὰς σοφίας εἶναι χάριν, εἰ μή τις ἔχοι σεμνὴν ὑγείαν· Λικύμνιος (fr. 4 Bergk) δὲ προειπὼν ταῦτα· [*](10a)