Adversus Mathematicos
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).
ἐξ ἀποίου μὲν οὖν καὶ ἑνὸς σώματος τὴν τῶν ὅλων ὑπεστήσαντο γένεσιν οἱ Στωικοί· ἀρχὴ γὰρ τῶν ὄντων κατ’ αὐτούς ἐστιν ἡ ἄποιος Ὕλη καὶ δι’ ὅλων τρεπτή, μεταβαλλούσης τε ταύτης γίνεται τὰ τέσσαρα στοιχεῖα, πῦρ καὶ ἀήρ, ὕδωρ καὶ γῆ.
ἐξ ἑνὸς δὲ καὶ ποιοῦ γεγενῆσθαι τὰ πάντα θέλουσιν οἴ τε περὶ Ἵππασον καὶ ᾿Αναξιμένη καὶ Θαλῆ, ὧν Ἵππασος μὲν καὶ κατά τινας ὁ ᾿Εφέσιος ἐκ πυρὸς ἀπέλιπον τὴν γένεσιν, Ἀναξιμένης δὲ ἐξ ἀέρος, Θαλῆς δὲ ἐξ ὕδατος, Ξενοφάνης δὲ κατ’ ἐνίους ἐκ γῆς (B 27 Diels)·
γῆς τε καὶ ὕδατος, ὁ ποιητὴς Ὅμηρος, ὁτὲ μὲν λέγων (Ξ 201)
Ὠκεανόν τε, θεῶν γένεσιν, καὶ μητέρα Τηθύν, ὁτὲ δὲ (Η 99)
ὡς πάρεστιν ἐκδέξασθαι ἐκ τοῦ λέγειν αὐτόν (fr. 1023 Nauck)·
συμπαρέλαβον παρέλαβον γὰρ τοῖς τέσσαρσι στοιχείοις τὸ πέμπτον καὶ κυκλοφορητικὸν σῶμα, ἐξ οὗ λέγουσιν εἶναι τὰ οὐράνια.
ἐκ δὲ τῶν ἓξ τὴν πάντων ὑπέθεντο γένεσιν οἱ περὶ τὸν Ἐμπεδοκλέα. ἐν οἶς μὲν γὰρ λέγει τέσσαρα τῶν πάντων ῥιζώματα, ἐκ τεσσάρων ποιεῖ τὴν γένεσιν· ὅταν δὲ προσθῇ (B 17,19 Diels)
ἐξ ἀπείρων δ’ ἐδόξασαν τὴν τῶν πραγμάτων γένεσιν οἱ περὶ Ἀναξαγόραν τὸν Κλαζομένιον καὶ Δημόκριτον καὶ Ἐπίκουρον καὶ ἄλλοι παμπληθεῖς, ἀλλ’ ὁ μὲν Ἀναξαγόρας ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ περὶ τὸν Δημόκριτον ᾿Επίκουρον ἐξ ἀνομοίων τε καὶ ἀπαθῶν, τουτέστι τῶν ἀτόμων, οἱ δὲ περὶ τὸν Ποντικὸν Ἡρακλείδην καὶ ᾿Ασκληπιάδην μέν, παθητῶν δέ, καθάπερ τῶν ἀνάρμων ὄγκων.
Προειληφότες οὖν, ὅτι πᾶσι τούτοις ἄπορος δείκνυται ὁ τῆς φυσιολογίας τρόπος ἀναιρεθείσης τῆς γενέσεως καὶ τῆς φθορᾶς, προθυμότερον ἁπτώμεθα τῶν λόγων. καίτοι γε, ἐὰν ἐξετάζωμεν, διὰ τῶν ἔμπροσθεν αὐταρκῶς ἤδη συμβεβίβασται τὸ κεφάλαιον.
τὸ γὰρ γινόμενον καὶ [*](20 Ὄκελλος Fabr. et ita testimonium schol. in Basilium (cf. vol. I p. XX): ὀκκελὸς (sic) NLE: ὄκελος ς 27 ἴση Bekk.: ἴσον G (at cf. p. 393, 14!) 12 συμβεβίβασται Gen.: G)
ρόμενον ἐν χρόνῳ φθείρεται καὶ γίνεται, χρόνος δὲ οὐκ ἔστιν, ὡς ἀνώτερον παρεστήσαμεν (§ 170sqq.) ὥστε οὐδὲ γινόμενον καὶ φθειρόμενον ἔσται.πᾶσά τε γένεσις καὶ φθορὰ μεταβλητικαί τινές εἰσι κινήσεις, οὐδὲν δ’ ἐστὶ κίνησις, ὧς προκατεστησάμεθα (§ 37sqq.)· τοίνυν οὐδὲ φθορὰ γενήσεται.
καὶ πᾶν τὸ γεννώμενον ἢ φθειρόμενον οὐ χωρὶς τοῦ δρῶντος καὶ πάσχοντος γεννᾶται ἤ φθείρεται, οὔτε δὲ δρᾷ τι οὔτε πάσχει, ὥστ’ οὐδὲ γεννᾶταί τι οὐδὲ φθείρεται.
καὶ μὴν εἰ γίνεταί τι καὶ φθείρεται, ὀφείλει τί τινι προστίθεσθαι καί τί τινος ἀφαιρεῖσθαι ἤ τι ἔκ τινος μεταβάλλειν· γένεσις γὰρ καὶ φθορὰ κατά τινα τῶν τριῶν τούτων τρόπων ὀφείλει συνίστασθαι, οἶον ἐπὶ τῆς δεκάδος κατ’ ἀφαίρεσιν τῆς μονάδος γίνεται μέν ἡ ἐννεάς, φθείρεται ται δὲ ἡ δεκάς, καὶ πάλιν ἐπὶ τῆς ἐννεάδος κατὰ πρόσθεσιν σιν μονάδος γίνεται μὲν ἡ δεκάς, φθείρεται δὲ ἡ ἐννεάς. καὶ ἐπὶ τῶν κατὰ τροπὴν φθειρομένων ἢ γεννωμένων ὁ αὐτὸς λόγος· οὕτω γὰρ φθείρεται μὲν ὁ οἶνος, γίνεται δὲ <ὁ> ὄξος.
εἰ δὴ τοίνυν πᾶν τὸ γεννώμενον καὶ φθειρόμενον ἤτοι κατὰ πρόσθεσιν ἢ κατ’ ἀφαίρεσιν ἢ κατὰ μεταβολὴν γίνεται καὶ φθείρεται, ἐπεὶ παρεστήσαμεν (adv, dogm. III 277sqq.) μήτε πρόσθεσιν οὖσαν μήτε ἀφαίρεσιν μήτε μεταβολήν, δυνάμει προκατεστησάμεθα τὸ μηδὲ γένεσιν ἢ φθοράν ὑπάρχειν.
πρὸς τούτοις· τὸ γεννώμενον ἢ φθειρόμενον ψαύειν ὀφείλει ἐκείνου τοῦ ἐξ οὗ φθείρεται καὶ τοῦ εἰς ὃ μεταβάλλει, οὐδὲν δὲ ψαῦσίς ἐστιν, ὧς παρέσταται (adv. dogm. III 258 sqq.)· τοίνυν οὐδὲ γένεσις ἢ φθορὰ συστῆναι δύναται.
Πάρεστι δὲ καὶ προηγουμένως ἀποροῦντας λέγειν, ὡς εἴπερ <τι> γίνεται, ἤτοι τὸ ὂν γίνεται ἢ τὸ μὴ ὄν. δὲ τὸ μὴ ὂν γίνεται· τῷ γὰρ μὴ ὄντι οὐδὲν συμβέβηκεν, ᾧ δὲ μηδὲν συμβέβηκεν, οὐδὲ τὸ γίνεσθαι συμβέβηκεν. [*](323 ~ Hyp. III 109.) [*](326—327 ~ Hyp. III 112.) [*](13 γίνεται καὶ φθείρεται ’ς 17 προκατεστήσαμεν N 22 τι alt. om. N 80 ὁ addidi 81 κατ’ om. N 83 οὖσαν G: εἷναι Kayser 1 ἢ NLE: μὴ δὲ ς 7 τι add. Bekk.)
καὶ ἄλλως·τὸ γινόμενον πάσχει, τὸ δὲ μὴ ὂν οὐδὲν δύναται πάσχειν· ὄντος γὰρ τὸ πάσχειν· οὐκ ἄρα τὸ μὴ ὂν γίνεται. καὶ μὴν οὐδὲ τὸ ὄν· ἔστι γὰρ ἤδη τὸ ὄν, καὶ οὐκ ἔχει χρείαν γενέσεως· οὐκ ἄρα οὐδὲ τὸ ὂν γεννᾶται. ἀλλ’ εἰ μήτε τὸ ὂν μήτε τὸ μὴ ὂν γίνεται, παρὰ ταῦτα δ’ οὐδὲν ἔστι τρίτον ἐπινοεῖν, οὐδὲν γεννᾶται.
ἄλλως τε· ἐν τοῖς φαινομένοις θεωρεῖται τὰ μὲν ἐξ ἑνὸς γεννώμενα κατὰ μεταβολήν, τὰ δ’ ἐκ πλειόνων κατὰ σύνθεσιν,
καὶ ἐξ ἑνὸς μὲν κατὰ μεταβολὴν ὁπόσα τῆς αὐτῆς οὐσίας μενούσης ἑτέραν ἐξ ἑτέρας μεταλαμβάνει ποιότητα, οἷον ὅταν τοῦ αὐτοῦ ὑγροῦ μένοντος ἐν τῷ αὐτῷ πλήθει τὸ μὲν γλεῦκος ἀφανισθῇ, οἶνος δὲ γένηται, ἢ ὁ οἶνος μὲν ἀφανισθῇ, ὄξος ’δε ὑποστῇ, ἢ τοῦ κηροῦ μένοντος ἡ μὲν σκληρότης ἀφανίζηται, ἡ δὲ μαλακότης γένηται, ἢ ἀνάπαλιν·
ἐκ πλειόνων δὲ κατ’ ἐπισύνθεσιν ὡς ἅλυσις μὲν κατ’ ἐπισύνδεσιν κρίκων, οἰκία δὲ κατὰ σύνοδον λίθων, ἐσθὴς δὲ κατὰ κρόκης καὶ στημόνων συμπλοκήν.
εἰ δὲ κἀν τοῖς νοητοῖς γίνεταί τι, ἤτοι ἐξ ὄντος γίνεταί τι ἢ ἐκ μὴ ὄντος. καὶ ἐκ μὲν τοῦ μὴ ὄντος οὐδὲν δύναται γίνεσθαι· δεῖ γὰρ τὸ γεννητικόν τινος οὐσίαν ἔχειν καὶ ποιὰν ἀναδἐχεσθαι κίνησιν, ὥστ’ οὐκ ἂν εἴη τι ἐκ τοῦ μὴ ὄντος γεννώμενον.