Adversus Mathematicos
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).
καὶ μὴν οὐδ’ ἐκ τοῦ ὄντος. εἰ γὰρ ἐκ τοῦ ὄντος γίνεταί τι, ἤτοι ἐξ ἑνὸς γίνεται ἢ ἐκ πλειόνων. καὶ ἐξ ἑνὸς μὲν οὐκ ἂν εἴη γεννώμενον. εἰ γὰρ ἐξ ἑνὸς γίνεται, ἤτοι αὐξανομένου ἢ μειουμένου ἢ ἐν τῷ αὐτῷ μένοντος γίνεται.
ἀλλ’ αὐξάνεσθαι μὲν καὶ μειοῦσθαι οὐχ οἷόν τε ταὐτό, καὶ οὐκ ἂν δυνηθείη ἑαυτοῦ τι μείζον’ ἢ ἑαυτοῦ τι ἔλαττον ἀποτελεῖσθαι ταὐτόν. ἐάν τε γὰρ αὑτοῦ πλεῖον γένοιτο, ἐπεὶ οὐδὲν ἔχει πλεῖον παρ’ ἑαυτό, ἐξ οὐκ ὄντος ἔξει τὴν πρόσθεσιν· ἐάν τε ἔλαττον ἑαυτοῦ, πάλιν, ἐπεὶ οὐδὲν ἔχει παρ’ ἑαυτὸ ἀπολλύμενον αὐτοῦ, εἰς τὸ μὴ ὂν ἀπολεῖται. οὐδὲν ἄρα δύναται ἐκ τοῦ αὐξομένου ἢ μειουμένου γίνεσθαι.
καὶ μὴν οὐδ’ ἐκ τοῦ ἐν τῷ αὐτῷ μένοντος ἔσται τὸ γεννώμενον. εἰ γὰρ τοῦτο, ἤτοι ἀτρέπτου [*](24/25 κατ’ ἐπισύνδεσιν G: κατὰ σύνδεσιν Bekk. dubit. 28 μὲν om. N 8 ἑαυτό, <τὸ> ἀπολλύμενον αὐτοῦ εἰς κτλ. fort. ἑαυτό, <εἰς ὃ φθαρήσεται τὸ> ἀπ. vel similia)
καὶ ἀμεταβλήτου μένοντος αὐτοῦ γεννᾶταί τι ἐξ αὐτοῦ, ἢ ἐκ τρεπομένου καὶ μεταβάλλοντος. ἀλλ’ ἐξ ἀτρέπτου μὲν καὶ ἀεὶ ὡσαύτως μένοντος οὐκ ἂν γεννηθείη τι· ἑτεροίωσις γάρ τίς ἐστιν ἡ γένεσις.εἰ δὲ ἐκ τρεπομένου καὶ μετεβάλλοντος, ἤτοι εἰς ἑαυτὸ μεταβάλλοντος γίνεται τὸ γεννώμενον ἢ εἰς ἕτερον. καὶ εἰ μὲν εἰς ἑαυτὸ μεταβάλλοι τὸ γεννητικόν τινος, πάλιν μένει τὸ αὐτό, καὶ μένον τὸ αὐτὸ οὐδενὸς ἔσται περισσοτέρου γεννητικόν. εἰ δὲ εἰς ἕτερον τρέποιτο, <ἤτοι> ἐκβαίνει τῆς ἰδίας ὑποστάσεως, τρέπεται καὶ γεννᾶται, ἢ μένει μὲν ἐν τῇ οἰκείᾳ ὑποστάσει, [εἰς] ἄλλο δὲ εἶδος ἀντ’ ἄλλου εἴδους μεταλαμβάνον ὧς ὁ μετασχηματιζόμενος κηρὸς καὶ ἄλλοτε ἄλλην μορφὴν ἀναδεχόμενος.
ἀλλ’ ἐκβαῖνον μὲν τῆς ἰδίας ὑποστάσεως εἰς τὸ μὴ ὂν φθαρήσεται, καὶ εἰς τὸ μὴ ὂν φθειρόμενον οὐδέν γεννήσει. εἰ δὲ μένον ἐν τῇ ἰδίᾳ ὑποστάσει καὶ ἄλλην ἀντ’ ἄλλης ποιότητα ἀναδεχόμενον γεννᾶται, κρατεῖται τῇ αὐτῇ ἀπορίᾳ.
ἤτοι γὰρ μένοντος τοῦ πρώτου εἴδους καὶ τῆς προτέρας ποιότητος περὶ αὐτῷ γίνεται τὸ δεύτερον εἶδος καὶ ἡ δευτέρα ποιότης, ἢ μὴ μένοντος. οὔτε δὲ μένοντος τοῦ πρώτου εἴδους γίνεται τὸ δεύτερον εἶδος οὔτε μὴ μένοντος, ὡς ἔμπροσθεν παρεστήσαμεν, ὅτε περὶ τοῦ πάσχοντος ἐσκεπτόμεθα (adv. dogm. III 266 sqq.). τοίνυν οὐδ’ ἐξ ἑνὸς γίνεται τὸ γεννώμενον.
καὶ μὴν οὐδ’ ἐκ πλειόνων. δυεῖν γὰρ συνελθόντων τρίτον οὐκ ἂν γένοιτο, μενόντων τῶν δυεῖν, καὶ πάλιν τριῶν ὄντων τέταρτον οὐκ ἂν γένοιτο, μενόντων τῶν τριῶν. εἴρηται δὲ περὶ τούτων ἀκριβέστερον, ὅτε περὶ τῆς τοῦ ἀνθρώπου ὑποστάσεως ἐζητοῦμεν (adv.log.I263sqq.) παριστάντες, ὅτι οὔτε σῶμά ἐστιν ὁ ἄνθρωπος οὔτε ψυχὴ οὔτε τὸ σύνθετον.
διόπερ εἰ μήτε ἐξ ἑνός ἐστι τὸ γεννώμενον μήτε ἐκ πλειόνων, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, ἐξ ἀνάγκης οὐδὲν τῶν ὄντων γεννᾶται.
[*](12 ἢ NLE: ἤτοι ’ς 14 γενηθείη L 16 γένεσις L: γέννησις NEς 17/18 μεταβάλλοι NL: μεταβάλοι E: μεταβάλλοντος 19 γενητικόν LE 20 ἤτοι add. Bekk. 22 εἰς del. Bekk. fort. μεταβάλλον scribendum (servato εἰς) 26 γεννήσει οὐδέν ς 82 εἶδος om. ς 1 ὅτε ς: οὔτε N: ὅτι L 6/7 ὑποστάσεως NLE: ὑποστάντες ς)Ταῦτα μὲν οἱ ἀπορητικοὶ περὶ γενέσεως διεξίασιν· οἱ δὲ δογματικοὶ μὴ πρὸς νοῦν ἀπαντῶντες πάλιν ἐπὶ τὰ ἐξ ἐναργείας ὑποδείγματα συμφεύγουσιν. τὸ γὰρ ὕδωρ θερμὸν ὄν, μὴ ὂν δὲ ψυχρόν, γίνεται ψυχρόν· καὶ ὁ ὑπάρχων χαλκός, μὴ ὢν ἀνδριάς, γίνεται ἀνδριάς· καὶ τὸ ᾠὸν κατὰ δύναμιν μέν ἐστι νεοσσός, κατ’ ἐντελέχειαν δὲ οὔκ ἐστιν, ἀλλὰ λέγεται κατὰ δύναμιν εἶναι νεοσσὸς εἰς τὸ κατ’ ἐντελέχειαν ὑπάρχειν. καὶ τὸ ὂν τοίνυν δύναται γίνεσθαι καὶ τὸ μὴ ὄν. εἶτα καὶ ὁρῶμεν βρέφος μὲν γεννώμενον ἐξ ἀνθρώπου, χυλὸν δ’ ἐκ πόας. ὥστε πάντα τὸν τῶν δογματικῶν λόγον παρὰ τὴν ἐνάργειαν χωρεῖν.
πλανῶνται δ’ οἱ ταῦτα λέγοντες, καὶ οὐ πρὸς τὸ προκείμενον ὑπαντῶσιν. τὸ γὰρ θερμὸν ὕδωρ καὶ οὐκ ὂν ψυχρὸν οὔτε θερμὸν γίνεται τῷ εἶναι οὔτε ψυχρὸν τῷ μὴ εἶναι· παρὰ δὲ τὸ εἷναι <καὶ μὴ εἶναι> οὐδὲν ἔστιν· οὐκ ἄρα οὐδ’ ἐπὶ ὕδατος ἔστι τις γένεσις. καὶ πάλιν· οὔτε ὁ χαλκὸς γίνεται τῷ εἶναι χαλκὸς οὔτε ὁ ἀνδριὰς τῷ μὴ εἶναι.
καὶ ἐπὶ τῶν κατὰ δύναμιν καὶ ἐντελέχειαν ὁ αὐτός ἐστι λόγος. ἄλλως τε· ἤτοι πλεῖόν τι ἐστὶν ἐν τῷ κατ’ ἐντελέχειαν παρὰ τὸ ἐν δυνάμει ἢ οὔκ ἐστιν· καὶ εἰ μὲν οὐδὲν πλεῖόν ἐστιν, αὐτόθεν οὐδὲν γίνεται τῷ κατὰ δύναμιν εἶναι, εἰ δὲ ἔστι <τι>
πλέον, ἐκ τοῦ μὴ ὄντος τοῦτο γίνεται, ὅπερ ἄτοπον. ναί, ἀλλὰ καὶ βρέφος ἐκ τῆς ἐγκύμονος γεννᾶται, καὶ χυλὸς ἐκ τῆς πόας συνίσταται. καὶ τοῦτο τί πρὸς τὸ ζητούμενον, ἐροῦμεν. οὔτε γὰρ τὸ βρέφος γίνεται τικτόμενον (εἰς τοὐμφανὲς δὲ ἐκ τοῦ ἀφανοῦς ἄγεται), οὔτε ὁ χυλός (καὶ γὰρ ἐν τῇ πόᾳ προὐπῆρχεν , καὶ ἐκτὸς τῆς πόας γινόμενος τόπον μόνον ἤλλαξεν). ὥσπερ οὖν τὸν ἐκ τοῦ ζόφου εἰς τὸ φῶς προελθόντα οὐ λέγομεν γίνεσθαι, τόπον δ’ ἐκ τόπου μεταβεβηκέναι, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τὸ βρέφος ἐροῦμεν γίνεσθαι, ἀλλ’ ἐξ ἑτέρου τινὸς τόπου εἰς ἕτερον μεταβαίνειν τόπον. οὐδὲν οὗν γεννᾶται.
[*](11 διέξεισιν N 16 et 17/18 ἐνδελέχειαν N 18 δύναται τοίνυν N 25 καὶ μὴ εἷναι add. Fabr. 26 οὐδὲ Heintz 27 οὔτε Bekk.: οὐδὲ Gr ὁ del. Heintz 28 et 29 ἐνδελέχειαν N 29 πλεῖόν τι N: πλείων τίς LEg 31 οὐδὲ ς τι add. Bekk. 4 ἄγεται ς et L γρ. rubr. in margine: γέγονεν N: γίνεται L)Κατὰ ταὐτὰ δὲ οὐδὲ φθείρεται. εἰ γὰρ φθείρεταί τι, ἤτοι τὸ ὂν φθείρεται ἢ τὸ μὴ ὄν. οὔτε δὲ τὸ μὴ ὂν φθείρεται· τὸ γὰρ φθειρόμενον εἰς τὸ μὴ εἷναι χωρεῖ, τὸ δὲ μὴ ὄν τι] ἤδη ἐν τῷ μὴ εἷναι ὂν οὐ δεῖται τῆς εἰς τοῦτο μεταστάσεως. τοίνυν οὐ φθείρεται τὸ μὴ ὄν.
καὶ μὴν οὐδὲ τὸ ὄν. ἤτοι γὰρ μένον ἐν τῷ εἷναι φθείρεται ἢ μὴ μένον. καὶ εἰ μὲν μένον, ἔσται ἅμα καὶ οὐκ ἔσται, ἐφθαρμένον καὶ μὴ ἐφθαρμένον· εἰ δὲ μὴ μένον, ἀπόλλυται, καὶ οὐκέτι τὸ ὄν, ἀλλὰ τὸ μὴ ὂν φθείρεται. ὥστε εἰ μήτε τὸ ὂν μήτε τὸ μὴ ὂν φθείρεται, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οὐδὲν φθείρεται.
Τινὲς δὲ καὶ τῶν χρόνων ἐχόμενοι τῆς τε γενέσεως καὶ φθορᾶς οὕτω συνερωτῶσιν. εἰ ἀπέθανε Σωκράτης, ἤτοι ὅτε ἔζη ἀπέθανεν ἢ ὅτε ἐτελεύτα. καὶ ζῶν μὲν οὐκ ἀπέθανεν· ἔζη γὰρ δήπουθεν καὶ ζῶν οὐκ ἐτεθνήκει. οὔτε δ’ ὅτε ἀπέθανεν· δὶς γὰρ ἔσται τεθνηκώς. οὐκ ἄρα ἀπέθανε Σωκράτης.
ἀπὸ δὲ τῆς αὐτῆς δυνάμεως, ἐπὶ διαφέροντος δὲ ὑποδείγματος, λόγον συνηρώτηκε καὶ ὁ Κρόνος τοιοῦτον· εἰ φθείρεται τὸ τειχίον, ἤτοι ὅτε ὅτε ἅπτονται ἀλλήλων οἱ λίθοι καί εἰσιν ἡρμοσμένοι, φθείρεται τὸ τειχίον, ἢ ὅτε διεστᾶσιν. οὔτε δὲ ὅτε ἅπτονται ἀλλήλων καί εἰσιν ἡρμοσμένοι, φθείρεται τὸ τειχίον, οὔτε ὅτε διεστᾶσιν ἀπ’ ἀλλήλων·
οὐκ ἄρα φθείρεται τὸ τειχίον. καὶ ὁ μὲν λόγος τοιοῦτος, ἡ δὲ δύναμις αὐτοῦ προφανής. δύο γάρ εἰσι χρόνοι κατ’ ἐπίνοιαν, ἐν ᾧ ἅπτονται ἀλλήλων οἱ λίθοι καί εἰσιν ἡρμοσ- μένοι, καὶ ἐν ᾧ διεστᾶσιν· παρὰ δὲ τούτους οὐδ’ ἐπινοηθῆναι τρίτος τις δύναται χρόνος. εἰ οὖν φθείρεται τὸ τειχίον, ἐν τῷ ἑτέρῳ τούτων ὀφείλει φθείρεσθαι.
ἀλλ’ ἐν μὲν ᾧ ἅπτονται ἀλλήλων οἱ λίθοι καί εἰσιν ἡρμοσμένοι, οὐ δύναται [*](344—345 ~ Hyp. III 113—114.) [*](346 ~ adv. dogm. III 269. Hyp. III 111.) [*](11 ταὐτὰ δὲ ς δὲ ταῦτα N 12 δὲ om. N 14 τι del· Bekk. 15 μεταστάσεως NLE (cf. p. 147, 25): μεταβάσεως τ’ 21 οὐδὲ φθ. L 6 ἐν μὲν ὧ L: ἐν ὧ NEς)
φθείρεσθαι· ἔστι γὰρ ἔτι τειχίον , καὶ εἰ ἔστιν, οὐ φθείρεται. οὔτε ἐν ᾧ διεστᾶσιν ἀπ’ ἀλλήλων· οὐκέτι γὰρ ἔστι τειχίον, τὸ δὲ μὴ ὂν οὐ δύναται φθείρεσθαι. εἰ οὖν μήτε ὅτε ἅπτονται ἀλλήλων οἱ λίθοι, φθείρεται τὸ τειχίον, μήτε ὅτε διεστᾶσιν ἀπ’ ἀλλήλων, οὐ φθείρεται τὸ τειχίον.καὶ οὕτω δὲ δυνατὸν συνερωτᾶν· εἰ γίνεταί τι καὶ φθείρεται, ἤτοι ἐν ᾧ ἔστι χρόνῳ γίνεται καὶ φθείρεται, ἢ ἐν ᾧ μὴ ἔστιν. καὶ ἐν ᾧ μὲν ἔστιν, οὔτε γίνεται οὔτε φθείρεται· ἐφ’ ὅσον γὰρ ἔστι τοῦτο, οὔτε γίνεται οὔτε φθείρεται. καὶ μὴν οὐδὲ ἐν ᾧ μὴ ἔστι πάθοι ἄν τι τούτων· ἐν ᾧ γάρ τι μὴ ἔστιν, οὔτε παθεῖν τι οὔτε ποιεῖν δύναται. εἰ δὲ τοῦτο, οὐδὲν οὔτε γίνεται οὔτε φθείρεται.
Ταῦτα μὲν οὑν πρὸς τοὺς φυσικοὺς τῶν φιλοσόφων εἰρήσθω· καιρὸς δ’ ἂν εἴη μετελθεῖν καὶ ἐπὶ τοὺς τὸ ἠθικὸν μέρος τῆς φιλοσοφίας ἀσπασαμένους.
[*](9 οὔτε <δὲ> ς 14 καὶ φθείρεται om. N)