Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • ταῦτα Κυρίῳ ἀνταποδίδοτε οὕτω,
  • λαὸς μωρὸς καὶ οὐχὶ σοφός;
  • οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε,
  • καὶ ἐποίησέν σε καὶ ἔκτισέν σε ;
  • μνήσθητε ἡμέρας αἰῶνος,
  • σύνετε ἔτη γενεᾶς γενεῶν.
  • ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι·
  • τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσίν σοι.
  • ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη,
  • οὓς διέσπειρεν υἱοὺς Ἀδάμ,
  • ἔστησεν ὅρια ἐθνῶν
  • κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ.
  • καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ,
  • σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.
  • αὐτάρκησεν αὐτὸν ἐν τῇ ἐρήμῳ.
  • ἐν δίψῃ καύματος, ἐν ἀνύδρῳ·
  • [*](II ωδη...Δευτερονομιω] αρχεται ωδη Δευτερονομιου R 1 γη] pr η R | R ρηματα] pr τα R 2 το αποφθεγμα] om το R ωσει 2°] ως R 4 αδικια] + εν αυτω R | Κυριος] pr ο R 6 ταυτα] αυτα R | ουτως R | om ουτος R 8 ους] ως R vid | κατα] κατ R 10 διψει R)
    814
    [*](A)
  • ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτόν,
  • καὶ διεφύλαξεν αὐτὸν ὡς κόρην ὀφθαλμοῦ.
  • ὡις ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ,
  • καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησεν·
  • διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς,
  • καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ.