Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • Κύριος μόνος ἦγεν αὐτούς,
  • καὶ οὐκ ἦν μετʼ αὐτῶν θεὸς ἀλλότριος.
  • ἀνεβίβδασεν αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τῆς γῆς.
  • ἐψώμισεν αὐτοὺς γενήματα ἀγρῶν·
  • ἐθήλασαν μέλι ἐκ πέτρας.
  • καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας·
  • βδούτυρον βοῶν καὶ γάλα προβάτων
  • μετὰ στέατος ἀρνοῶν καὶ κριῶν,
  • υἱῶν ταύρων καὶ τράγων
  • μετὰ στέατος νεφρῶν πυροῦ,
  • καὶ αἶμα σταφυλῆς ἔπιον οἶνον.
  • καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη,
  • καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος,
  • ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη·
  • καὶ ἐνκατέλειπεν θεὸν τὸν ποιήσαντα αὐτόν,
  • καὶ ἀπέστη ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ.
  • παρώξυνάν με ἐπʼ ἀλλοτρίοις.
  • ἐν βδελύγμασιν αὐτῶν ἐξεπίκρανάν με·
  • ἔθυσαν δαιμονίοις καὶ οὐ θεῷ,
  • θεοῖς οἶς οὐκ ᾔδεεσαν·
  • καινοὶ καὶ πρόσφατοι ἤκασιν,
  • οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν.