Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἄρμασιν καὶ ἀναβάταις αὐτοῦ
  • εἰς θάλασσαν,
  • καὶ ἐπήγαγεν ἐπʼ αὐτοὺς Κύριος τὸ ὕδωρ τῆς θαλάσσης·
  • οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς
  • θαλασσης.
  • [*](R)[*](10 om και R μολυβος Rᵛⁱᵈ 12 ξιαν pro δεξ. R 13 καταλιμμα R 14 εφοβηθησαν] ωργισθησαν R κατοικουντας] οι κατοικουντες R Φι. λιστιμ Rᵛⁱᵈ 16 επιπεσοι R αν 1⁰] ου R παρελθοι (1⁰) Rᵛᵈ om σου Κυριε.. ο λαος σου (sed spatio interiecto) R ha) R 17 κατειρ- γασω] κατηρτισω R + Κυριε R 18 βασιλευων] pr ο R τον αιωνα] pr εις R 19 om αυτου R θαλασσαν] + ερυθραν R θαλασσης 2⁰] (20) λα- βουσα δε η Μαρια η προφητις η αδελφη Aαρων το τυμπανον εν τη χειρὶ αυττης και εισηλθοσαν πασαι αι γιναικες οπισω αυτης μετα τυμπανων και χορων (21) εξηρχεν δε ουτων Μαριαμ λεγουσα ασωμεν τω κυριω ενδοξως γαρ δεδοξασται ιππον και αναβατην εριψ εν εις θαλασσαν R)
    813
  • ᾨδὴ Μωυσέως ἐν τῷ Δευτερονομίῳ.
  • [*](A)[*](Deut.)

  • Πρόσεχε, οὐρανέ, καὶ λαλήσω·
  • [*](xxxii.)
  • καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου.
  • [*](1—43)

  • προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου.
  • καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου·
  • ὡσεὶ ὄμβρος ἐπʼ ἄγρωστιν,
  • καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον.
  • ὅτι ὄνομα Κυρίου ἐκάλεσα·
  • δότε μεγαλωσύνην τῷ θεῷ ἡμῶν.
  • θεός, ἀληθινὰ τὰ ἔργα αὐτοῦ,
  • καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσις·
  • θεὸς πιστός, καὶ οὐκ ἔστιν ἀδικία·
  • δίκαιος καὶ ὅσιος Κύριος.
  • ἡμάρτοσαν, οὐκ αὐτῷ τέκνα, μωμητά·
  • γενεὰ σκολιὰ καὶ διεστραμμένη.