Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • θκὸν τὸν ποιήσαντά σε ἐυκατέλειπες,
  • καὶ ἐπελάθου θεοῦ τοῦ τρέφοντός σε.
  • εἶδεν Κύριος καὶ ἐζήλωσεν,
  • καὶ παρωξύνθη δι᾿ ὀργὴν υἱῶν αὐτοῦ καὶ θυγατέρων·
  • [*](R)[*](10 διεφυλαξεν] εφυλαξεν R κορον R 11 σκεπασει R νεοσσοις] νοσσιοις R 14 om και 4⁰ R 15 ελιπανθη. σωτηρος αυτου] επλατυνθη επαχυνθη και απεστη απο θεου σωτηρος αυτου και ενκατελιπεν θεον τον ποιησαντα αυτον R 16 επ αλλοτριοις] επι θεσις αλλ R 17 om και 2⁰ R 18 ποιησαντα] γεννησαντα R ενκατελιπες Rᵛᵈ 19 παρωξυνεν R αυτου] ουτων R)
    815

  • καὶ εἶπεν Ἀποστρέψω τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν,
  • [*](Α)
  • καὶ δείξω τί ἔσται αὐτοῖς ἐπʼ ἐσχάτων.
  • ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν,
  • υἱοὶ οἷς οὐκ ἔστιν πίστις ἐν αὐτοῖς.
  • αὐτοὶ παρεζήλωσάν με ἐπʼ οὐ θεῷ,
  • παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν·
  • κἀγὼ παραζηλώσω αὐτοὺς ἐπʼ οὐκ ἔθνει.
  • ἐπ᾿ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.
  • ὄτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου,
  • καυθήσεται ἕως ἄδου κάτω·
  • καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς,
  • φλέξει θεμέλια ὀρέων.
  • συνάξω εἰς αὐτοὺς κακά,
  • καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς.