Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων,
  • καὶ ὀπισθότονος ἀνίατος·
  • ὀδόντας θηρίων ἐξαποστελῶ εἰς αὐτούς,
  • μετὰ θυμοῦ συρόντων ἐπὶ γῆς.
  • ξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα,
  • καὶ ἐκ τῶν ταμείων φόβος·
  • νεανίσκος σὺν παρθένῳ,
  • θηλάζων μετὰ καθεστηκότος πρεσβυτέρου.
  • εἶπα Διασπερῶ αὐτούς,
  • καταπαύσω δὴ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν·
  • εἰ μὴ δι᾿ ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονίσωσιν.
  • καὶ ἵνα μὴ συνεπιθῶνται οἱ ὑπεναντίοι·
  • μὴ εἴπωσιν Ἡ χεὶρ ἡμῶν ὑψηλὴ
  • καὶ οὐχὶ Κύριος ἐποίησεν ταῦτα πάντα.
  • ὅτι ἔθνος ἀπολωλεκὸς βουλὴν ἐστιν,
  • καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἐπιστήμη.
  • οὺκ ἐφρόνησαν συνιέναι ταῦτα·
  • καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον.