Tetrabiblos
Claudius Ptolemaeus
Ptolemy. Tetrabiblos. Robbins, Frank Egleston, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1964 (printing).
Περὶ τῆς τῶν μετεώρων σημειώσεως Χρήσιμοι δʼ ἂν εἶεν πρὸς τὰς τῶν κατὰ μέρος ἐπισημασιῶν προγνώσεις καὶ αἱ τῶν γινομένων σημείων περί τε τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας παρατηρήσεις. Τὸν μὲν οὖν ἥλιον παρατηρητέον πρὸς μὲν τὰς ἡμερησίους καταστάσεις ἀνατέλλοντα, πρὸς δὲ τὰς νυκτερινὰς δύνοντα, πρὸς δὲ τὰς παρατεινούσας κατὰ τοὺς πρὸς τὴν σελήνην σχηματισμούς, ὡς ἑκάστου σχήματος τὴν μέχρι τοῦ ἑξῆς κατάστασιν ὡς ἐπὶ πᾶν προσημαίνοντος. καθαρὸς μὲν γὰρ καὶ ἀνεπισκότητος καὶ εὐσταθὴς καὶ ἀνέφελος ἀνατέλλων ἢ δύνων εὐδιεινῆς καταστάσεώς ἐστι δηλωτικός, ποικίλον δὲ τὸν κύκλον ἔχων ἢ ὑπόπυρρον ἢ ἀκτῖνας ἐρυθρὰς ἀποπέμπων ἤτοι εἰς τὰ ἔξω ἢ
ὡς ἐφʼ ἑαυτὸν κυκλουμένας ἢ τὰ καλούμενα παρήλια νέφη ἐξ ἑνὸς μέρους ἔχων ἢ σχήματα νεφῶν ὑπόκιρρα καὶ ὡσεὶ μακρὰς ἀκτῖνας ἀπομηκύνων, ἀνέμων σφοδρῶν ἐστι σημαντικὸς καὶ τοιούτων πρὸς ἃς ἂν γωνίας τὰ προειρημένα σημεῖα γίνηται. μέλας δὲ ἢ ὑπόχλωρος ἀνατέλλων ἢ δύνων μετὰ συννεφίας ἢ ἅλως ἔχων περὶ αὑτὸν καθ̓ ἓν μέρος ἢ ἐξ ἀμφοτέρων τῶν μερῶν παρήλια νέφη καὶ ἀκτῖνας ἢ ὑποχλώρους ἢ μέλανας, χειμώνων καὶ ὑετῶν ἐστι δηλωτικός. Τὴν δὲ σελήνην τηρητέον ἐν ταῖς πρὸ τριῶν ἡμερῶν ἢ μετὰ τρεῖς παρόδοις τῶν τε συνόδων καὶ πανσελήνων καὶ διχοτόμων. λεπτὴ μὲν γὰρ καὶ καθαρὰ φαινομένη καὶ μηδὲν ἔχουσα περὶ αὐτήν, εὐδιεινῆς καταστάσεώς ἐστι δηλωτική· λεπτὴ δὲ καὶ ἐρυθρὰ καὶ ὅλον τὸν τοῦ ἀφωτίστου κύκλον ἔχουσα διαφανῆ καὶ ὑποκεκινημένον, ἀνέμων ἐστὶν ἐπισημαντική, καθʼ ὧν ἂν μάλιστα ποιῆται τὴν πρόσνευσιν· μέλαινα δὲ ἢ χλωρὰ καὶ παχεῖα θεωρουμένη χειμώνων καὶ ὄμβρων ἐστὶ δηλωτική. Παρατηρητέον δὲ καὶ τὰς περὶ αὐτὴν γινομένας ἅλως. εἰ μὲν γὰρ μία εἴη καὶ αὐτὴ καθαρὰ καὶ ἠρέμα ὑπομαραινομένη, εὐδίαν· εἰ δὲ δύο ἢ καὶ τρεῖς εἶεν, χειμῶνας δηλοῦσιν· ὑπόκιρροι μὲν οὖσαι καὶ ὥσπερ ῥηγνύμεναι, τοὺς διὰ σφοδρῶν ἀνέμων· ἀχλυώδεις δὲ καὶ παχεῖαι, τοὺς διὰ νιφετῶν· ὑπόχλωροι δὲ ἢ μέλαιναι καὶ ῥηγνύμεναι, τοὺς δἰ ἀμφοτέρων· καὶ ὅσῳ ἂν πλείους ὦσι, τοσούτῳ μείζονας. καὶ αἱ περὶ τοὺς ἀστέρας δὲ τούς τε πλανωμένους καὶ τοὺς λαμπροὺς τῶν ἀπλανῶν ἅλως συνιστάμεναι ἐπισημαίνουσι τὰ οἰκεῖα τοῖς τε χρώμασιν ἑαυτῶν καὶ ταῖς τῶν ἐναπειλημμένων φύσεσι. Καὶ τῶν ἀπλανῶν δὲ τῶν κατά τι πλῆθος συνεγγὺς ὄντων παρατηρητέον τὰ χρώματα καὶ τὰ μεγέθη. λαμπρότεροι γὰρ καὶ μείζονες ὁρώμενοι παρὰ τὰς συνήθεις φαντασίας εἰς ὁποιονδήποτε μέρος ὄντες ἀνέμους τοὺς ἀπὸ τοῦ οἰκείου τόπου διασημαίνουσιν. οὐ μὴν ἀλλὰ καὶ τῶν ἰδίως νεφελοειδῶν συστροφῶν οἷον τῆς Φάτνης καὶ τῶν ὁμοίων, ἐπὰν αἰθρίας οὔσης αἱ συστάσεις ἀμαυραὶ καὶ ὥσπερ ἀφανεῖς ἢ πεπαχυμέναι θεωρῶνται, φορᾶς ὑδάτων εἰσὶ δηλωτικαί· καθαραὶ δὲ καὶ παλλόμεναι συνεχῶς σφοδρῶν πνευμάτων· ἐπὰν δὲ τῶν ἀστέρων τῶν παρʼ ἑκάτερα τῆς Φάτνης τῶν καλουμένων Ὄνων ὁ μὲν βόρειος ἀφανὴς γένηται, βορέαν πνεύσειν σημαίνει, ὁ δὲ νότιος νότον. Καὶ τῶν ἐπιγινομένων δὲ κατὰ καιροὺς ἐν τοῖς μετεώροις αἱ μὲν τῶν κομητῶν συστροφαὶ ὡς ἐπὶ πᾶν αὐχμοὺς καὶ ἀνέμους προσημαίνουσι καὶ τοσούτῳ μείζονας ὅσῳ ἂν ἐκ πλειόνων μερῶν καὶ ἐπὶ πολὺ ἡ σύστασις γένηται. Αἱ δὲ διάδρομοι καὶ οἱ ἀκοντισμοὶ τῶν ἀστέρων, εἰ μὲν ἀπὸ μιᾶς γίνοιντο γωνίας, τὸν ἀπʼ ἐκείνης ἄνεμον δηλοῦσιν· εἰ δʼ ἀπὸ τῶν ἐναντίων, ἀκαταστασίαν πνευμάτων· εἰ δὲ ἀπὸ τῶν τεττάρων, παντοίους χειμῶνας μέχρι βροντῶν καὶ ἀστραπῶν καὶ τῶν τοιούτων. ὡσαύτως δὲ καὶ τὰ νέφη πόκοις ἐρίων ὄντα παραπλήσια προδηλωτικὰ ἐνίοτε γίνεται χειμώνων. αἵ τε συνιστάμεναι κατὰ καιροὺς ἴριδες χειμῶνας μὲν ἐξ εὐδίας, εὐδίας δὲ ἐκ χειμώνων προσημαίνουσι· καὶ ὡς ἐπὶ πᾶν συνελόντι εἰπεῖν, αἱ καθʼ ὅλου τοῦ ἀέρος ἐπιγινόμεναι ἰδιόχροοι φαντασίαι τὰ ὅμοια δηλοῦσι τοῖς ὑπὸ τῶν οἰκείων συμπτωμάτων κατὰ τὰ προδεδηλωμένα διὰ τῶν ἔμπροσθεν ἀποτελουμένοις. Ἡ μὲν δὴ τῶν καθολικῶν ἐπίσκεψις, τῶν τε ὁλοσχερεστέρων θεωρουμένων καὶ τῶν ἐπὶ μέρους, μέχρι τοσούτων ἡμῖν κατὰ τὸ κεφαλαιῶδες ὑπομνηματίσθω. τῆς δὲ κατὰ τὸ γενεθλιαλογικὸν εἶδος προγνώσεως τὰς πραγματείας ἐν τοῖς ἑξῆς κατὰ τὴν προσήκουσαν ἀκολουθίαν ἐφοδεύσομεν.Ἐφωδευμένης ἡμῖν ἐν τοῖς ἔμπροσθεν τῆς περὶ τὰ καθʼ ὅλου συμπτώματα θεωρίας, ὡς προηγουμένης καὶ τὰ πολλὰ κατακρατεῖν δυναμένης τῶν περὶ ἕνα ἕκαστον τῶν ἀνθρώπων κατὰ τὸ ἴδιον τῆς φύσεως ἀποτελομένων, ὧν τὸ προγνωστικὸν μέρος γενεθλιαλογικὸν καλοῦμεν δύναμιν μὲν μίαν καὶ τὴν αὐτὴν ἀμφοτέρων τῶν εἰδῶν ἡγεῖσθαι προσήκει καὶ περὶ τὸ ποιητικὸν καὶ περὶ τὸ θεωρητικόν, ἐπειδήπερ καὶ τῶν καθʼ ὅλου καὶ τῶν καθʼ ἕνα ἕκαστον συμπτωμάτων αἰτία μὲν ἡ τῶν πλανωμένων ἀστέρων ἡλίου τε καὶ σελήνης κίνησις, προγνωστικὴ δὲ ἡ τῆς τῶν ὑποκειμένων αὐτῆς φύσεων τροπῆς κατὰ τὰς ὁμοιοσχήμονας τῶν οὐρανίων παρόδους διὰ τοῦ περιέχοντος ἐπιστημονικὴ παρατήρησις, πλὴν ἐφʼ ὅσον ἡ μὲν καθολικὴ περίστασις μείζων τε καὶ αὐτοτελής, ἡ δʼ ἐπὶ μέρους οὐχ ὁμοίως. ἀρχὰς δʼ οὐκέτι τὰς αὐτὰς ἀμφοτέρων νομιστέον εἶναι, ἀφʼ ὧν τὴν τῶν οὐρανίων διάθεσιν ὑποτιθέμενοι τὰ διὰ τῶν τότε σχηματισμῶν σημαινόμενα πειρώμεθα προγινώσκειν, ἀλλὰ τῶν μὲν καθολικῶν πολλάς, ἐπειδὴ μίαν τοῦ παντὸς οὐκ ἔχομεν· καὶ ταύτας οὐκ ἀπ̓
αὐτῶν τῶν ὑποκειμένων πάντοτε λαμβανομένας, ἀλλὰ καὶ ἀπὸ τῶν περιεχόντων καὶ τὰς αἰτίας ἐπιφερόντων· σχεδὸν γὰρ πάσας ἀπό τε τῶν τελειοτέρων ἐκλείψεων καὶ τῶν ἐπισήμως παροδευόντων ἀστέρων ἐπισκεπτόμεθα· τῶν δὲ καθ̓ ἕνα ἕκαστον τῶν ἀνθρώπων καὶ μίαν καὶ πολλάς· μίαν μὲν τὴν αὐτοῦ τοῦ συγκρίματος ἀρχήν· καὶ ταύτην γὰρ ἔχομεν· πολλὰς δὲ τὰς κατὰ τὸ ἑξῆς τῶν περιεχόντων πρὸς τὴν πρώτην ἀρχὴν ἐπισημασίας συμβαινούσας, προηγουμένης μέντοι τῆς μιᾶς ἐνθάδε εἰκότως, ἐπειδήπερ αὐτὴ καὶ τὰς ἄλλας ἀποτελεῖ. τούτων δʼ οὕτως ἐχόντων ἀπὸ μὲν τῆς πρώτης ἀρχῆς θεωρεῖται τὰ καθʼ ὅλου τῆς συγκρίσεως ἰδιώματα, διὰ δὲ τῶν ἄλλων τὰ κατὰ καιροὺς παρὰ τὸ μᾶλλον καὶ ἧττον συμβησόμενα κατὰ τὰς λεγομένας τῶν ἐφεξῆς χρόνων διαιρέσεις. Ἀρχῆς δὲ χρονικῆς ὑπαρχούσης τῶν ἀνθρωπίνων τέξεων φύσει μὲν τῆς κατʼ αὐτὴν τὴν σποράν, δυνάμει δὲ καὶ κατὰ τὸ συμβεβηκὸς τῆς κατὰ τὴν ἀποκύησιν ἐκτροπῆς, ἐπὶ μὲν τῶν ἐγνωκότων τὸν τῆς σπορᾶς καιρὸν ἤτοι συμπτωματικῶς ἢ καὶ παρατηρητικῶς ἐκείνῳ μᾶλλον προσήκει πρός τε τὰ τοῦ σώματος καὶ τὰ τῆς ψυχῆς ἰδιώματα κατακολουθεῖν, τὸ ποιητικὸν τοῦ κατʼ αὐτὸν τῶν ἀστέρων σχηματισμοῦ διασκεπτομένους. ἅπαξ γὰρ ἐν ἀρχῇ τὸ σπέρμα ποιόν πως γενόμενον ἐκ τῆς τοῦ περιέχοντος διαδόσεως, κἂν διάφορον τοῦτο γίνηται κατὰ τοὺς ἐφεξῆς τῆς σωματοποιήσεως χρόνους, αὐτὸ τὴν οἰκείαν μόνην ὕλην φυσικῶς προσεπισυγκρίνον ἑαυτῷ κατὰ τὴν αὔξησιν ἔτι μᾶλλον ἐξομοιοῦται τῇ τῆς πρώτης ποιότητος ἰδιοτροπίᾳ. Ἐπὶ δὲ τῶν μὴ γινωσκόντων, ὅπερ ὡς ἐπὶ πᾶν συμβαίνει, τῇ κατὰ τὴν ἐκτροπὴν ἀρχῇ καὶ ταύτῃ προσανέχειν ἀναγκαῖον, ὡς μεγίστῃ καὶ αὐτῇ καὶ μόνῳ τούτῳ τῆς πρώτης λειπομένῃ, τῷ δἰ ἐκείνης καὶ τὰ πρὸ τῆς ἐκτέξεως δύνασθαι προγινώσκεσθαι· καὶ γὰρ εἰ τὴν μὲν ἀρχὴν ἄν τις εἴποι, τὴν δʼ ὥσπερ καταρχήν, τὸ μέγεθος αὐτῆς τῷ μὲν χρόνῳ γίνεται δεύτερον, ἴσον δὲ καὶ μᾶλλον τελειότερον τῇ δυνάμει, σχεδόν τε δικαίως ἐκείνη μὲν ἂν ὀνομάζοιτο σπέρματος ἀνθρωπίνου γένεσις, αὕτη δὲ ἀνθρώπου. πλεῖστά τε γὰρ τότε προσλαμβάνει τὸ βρέφος ἃ μὴ πρότερον, ὅτε κατὰ γαστρὸς ἦν, προσῆν αὐτῷ, καὶ αὐτὰ τὰ ἴδια μόνης τῆς ἀνθρωπίνης φύσεως, ὅ τε σωματώδης σχηματισμός· κἂν μηδὲν αὐτῷ δοκῇ τὸ κατὰ τὴν ἔκτεξιν περιέχον εἰς τὸ τοιῷδε εἶναι συμβάλλεσθαι, αὐτὸ γοῦν τὸ κατὰ τὸν οἰκεῖον τοῦ περιέχοντος σχηματισμὸν εἰς φῶς ἐλθεῖν συμβάλλεται, τῆς φύσεως μετὰ τὴν τελείωσιν πρὸς τὸ ὁμοιότυπον κατάστημα τῷ κατʼ ἀρχὰς διαμορφώσαντι μερικῶς τῆν ὁρμὴν τῆς ἐξόδου ποιουμένης· ὥστʼ εὐλόγως καὶ τῶν τοιούτων ἡγεῖσθαι δηλωτικὸν εἶναι τὸν κατὰ τὴν ἐκτροπὴν τῶν ἀστέρων σχηματισμόν, οὐχ ὡς ποιητικὸν μέντοι πάντως, ἀλλ̓ ὡς ἐξ ἀνάγκης ἔχοντα καὶ κατὰ φύσιν ὁμοιότατον τῇ δυνάμει τὸ ποιητικόν. Προθέσεως δὲ κατὰ τὸ παρὸν ἡμῖν οὔσης καὶ τοῦτο τὸ μέρος ἐφοδικῶς ἀναπληρῶσαι κατὰ τὸν ἐν ἀρχῇ τῆσδε τῆς συντάξεως ὑφηγημένον ἐπιλογισμὸν περὶ τοῦ δυνατοῦ τῆς τοιαύτης προγνώσεως, τὸν μὲν ἀρχαῖον τῶν προρρήσεων τρόπον τὸν κατὰ τὸ συγκρατικὸν εἶδος τῶν ἀστέρων πάντων ἢ τῶν πλείστων, πολύχουν τε ὄντα καὶ σχεδὸν ἄπειρον, εἴ τις αὐτὸν ἀκριβοῦν ἐθέλοι κατὰ τὴν διέξοδον, καὶ μᾶλλον ἐν ταῖς κατὰ μέρος ἐπιβολαῖς τῶν φυσικῶς ἐπισκεπτομένων ἢ ἐν ταῖς παραδόσεσι ἀναθεωρεῖσθαι δυναμένων, παραιτησόμεθα διά τε τὸ δύσχρηστον καὶ τὸ δυσδιέξοδον. τὰς δὲ πραγματείας αὐτὰς δἰ ὧν ἕκαστα τῶν εἰδῶν κατὰ τὸν ἐπιβληματικὸν τρόπον συνορᾶται καὶ τὰς κατὰ τὸ ἰδιότροπον καὶ ὁλοσχερέστερον τῶν ἀστέρων πρὸς ἕκαστα ποιητικὰς δυνάμεις ὡς ἔνι μάλιστα παρακολουθητικῶς τε ἅμα καὶ ἐπιτετμημένως κατὰ τὸν φυσικὸν στοχασμὸν ἐκθησόμεθα· τοὺς μὲν τοῦ περιέχοντος τόπους πρὸς οὓς ἕκαστα θεωρεῖται τῶν ἀνθρωπίνων συμπτωμάτων, καθάπερ σκοπὸν οὗ δεῖ καταστοχάζεσθαι, προυποτιθέμενοι, τὰς δὲ τῶν τοῖς τόποις κατʼ ἐπικράτησιν τῶν συνοικειουμένων σωμάτων ποιητικὰς δυνάμεις, ὥσπερ ἀφέσεις βελῶν, κατὰ τὸ ὁλοσχερέστερον ἐφαρμόζοντες, τὸ δὲ ἐκ τῆς συγκράσεως τῆς ἐκ πλειόνων φύσεων περὶ τὸ ὑποκείμενον εἶδος συναγόμενον ἀποτέλεσμα καταλιπόντες, ὥσπερ εὐστόχῳ τοξότῃ, τῷ τοῦ διασκεπτομένου λογισμῷ. πρῶτον δὲ περὶ τῶν καθʼ ὅλου διὰ τῆς κατὰ τὴν ἐκτροπὴν ἀρχῆς θεωρουμένων ποιησόμεθα τὸν λόγον κατὰ τὴν προσήκουσαν τῆς τάξεως ἀκολουθίαν· πάντων μέν, ὡς ἔφαμεν, τῶν φύσιν ἐχόντων διὰ ταύτης λαμβάνεσθαι δυναμένων, συνεργησόντων δὲ εἴ τις ἔτι περιεργάζεσθαι θέλοι πρὸς μόνα τὰ κατ̓ αὐτὴν τὴν σύγκρισιν ἰδιώματα καὶ τῶν κατὰ τὸν τῆς σπορᾶς χρόνον διὰ τῆς αὐτῆς θεωρίας ὑποπιπτόντων ἰδιωμάτων.Περὶ μοίρας ὡροσκοπούσης Ἐπειδὴ περὶ τοῦ πρώτου καὶ κυριωτάτου, τουτέστι τοῦ μορίου τῆς κατὰ τὴν ἐκτροπὴν ὥρας, ἀπορία γίνεται πολλάκις, μόνης μὲν ὡς ἐπὶ πᾶν τῆς δἰ ἀστρολάβων ὡροσκοπίων κατʼ αὐτὴν τὴν ἔκτεξιν
διοπτεύσεως τοῖς ἐπιστημονικῶς παρατηροῦσι τὸ λεπτὸν τῆς ὥρας ὑποβάλλειν δυναμένης, τῶν δ̓ ἄλλων σχεδὸν ἁπάντων ὡροσκοπίων, οἷς οἱ πλεῖστοι τῶν ἐπιμελεστέρων προσέχουσι, πολλαχῆ διαψεύδεσθαι τῆς ἀληθείας δυναμένων, τῶν μὲν ἡλιακῶν παρὰ τὰς τῶν θέσεων καὶ τῶν γνωμόνων ἐπισυμπιπτούσας διαστροφάς, τῶν δὲ δἰ ὑδρολογίων παρὰ τὰς τῆς ῥύσεως τοῦ ὕδατος ὑπὸ διαφόρων αἰτιῶν καὶ διὰ τὸ τυχὸν ἐποχάς τε καὶ ἀνωμαλίας, ἀναγκαῖον ἂν εἴη προπαραδοθῆναι τίνα ἄν τις τρόπον εὑρίσκοι τὴν ὀφείλουσαν ἀνατέλλειν μοῖραν τοῦ ζωδιακοῦ κατὰ τὸν φυσικὸν καὶ ἀκόλουθον λόγον, προυποτεθείσης τῆς κατὰ τὴν διδομένην σύνεγγυς ὥραν διὰ τῆς τῶν ἀναφορῶν πραγματείας εὑρισκομένης. δεῖ δὴ λαμβάνειν τὴν τῆς ἐκτροπῆς προγενομένην ἔγγιστα συζυγίαν, ἐάν τε σύνοδος ᾖ ἐάν τε πανσέληνος, καὶ τὴν μοῖραν ἀκριβῶς διασκεψαμένους, συνόδου μὲν οὔσης τὴν ἀμφοτέρων τῶν φωτῶν, πανσελήνου δὲ τὴν τοῦ ὑπὲρ γῆν αὐτῶν ὄντος, κατά τε τὸν χρόνον τῆς ἐκτροπῆς ἰδεῖν τοὺς πρὸς αὐτὴν οἰκοδεσποτικὸν ἔχοντας λόγον τῶν ἀστέρων, τοῦ τρόπου καθʼ ὅλου τοῦ κατὰ τὴν οἰκοδεσποτίαν ἐν πέντε τούτοις θεωρουμένου, τριγώνῳ τε καὶ οἴκῳ καὶ ὑψώματι καὶ ὁρίῳ καὶ φάσει ἢ συσχηματισμῷ, τουτέστιν ὅταν ἕν τι ἢ πλείονα τούτων ἢ καὶ πάντα ὁ ζητούμενος ἔχει τόπος πρὸς τὸν μέλλοντα οἰκοδεσποτήσειν. ἐὰν μὲν οὖν ἕνα πρὸς ταῦτα πάντα ἢ τὰ πλεῖστα οἰκείως διακείμενον εὑρίσκωμεν, ἣν ἂν ἐπέχῃ μοῖραν οὗτος ἀκριβῶς καθʼ ὃ παροδεύει δωδεκατημόριον, ἐν τῷ τῆς ἐκτροπῆς χρόνῳ τὴν ἰσάριθμον αὐτῇ κρινοῦμεν ἀνατέλλειν ἐν τῷ διὰ τῆς τῶν ἀναφορῶν πραγματείας εὑρημένῳ ἐγγυτέρῳ δωδεκατημορίῳ. ἐὰν δὲ δύο ἢ καὶ πλείους συνοικοδεσποτοῦντας, οὗ ἂν αὐτῶν ἡ κατὰ τὴν ἐκτροπὴν μοιρικὴ πάροδος ἐγγύτερον ἔχῃ τὸν ἀριθμὸν τῇ κατὰ τὰς ἀναφορὰς ἀνατελλούσῃ, τούτου τῇ ποσότητι τῶν μοιρῶν καταχρησόμεθα. εἰ δὲ δύο ἢ καὶ πλείους ἐγγὺς εἶεν τῷ ἀριθμῷ, τῷ μᾶλλον ἔχοντι λόγον πρός τε τὰ κέντρα καὶ τὴν αἵρεσιν κατακολουθήσομεν· ἐὰν μέντοι πλείων ᾖ ἡ διάστασις τῶν τῆς οἰκοδεσποτίας μοιρῶν πρὸς τὴν κατὰ τὸ ὁλοσχερὲς ὡροσκόπιον ἤπερ πρὸς τὴν κατὰ τὸ ὅμοιον μεσουράνημα, τῷ αὐτῷ ἀριθμῷ πρὸς τὴν μεσουρανοῦσαν μοῖραν καταχρησάμενοι, διὰ ταύτης καὶ τὰ λοιπὰ τῶν κέντρων διαστησόμεθα.Διαίρεσις γενεθλιαλογίας Τούτων δὴ προεκτεθειμένων, εἴ τις αὐτῆς τῆς τάξεως ἕνεκα διαιροίη τὸ καθʼ ὅλου τῆς γενεθλιαλογικῆς θεωρίας, εὕροι ἂν τῶν κατὰ φύσιν καὶ δυνατῶν καταλήψεων τὴν μὲν τῶν πρὸ τῆς γενέσεως οὖσαν συμπτωμάτων μόνον, ὡς τὴν τοῦ περὶ γονέων λόγου, τὴν δὲ τῶν καὶ πρὸ τῆς γενέσεως καὶ μετὰ τὴν γένεσιν, ὡς τὴν τοῦ περὶ ἀδελφῶν λόγου, τὴν δὲ τῶν κατʼ αὐτὴν τὴν γένεσιν, οὐκέθʼ οὕτω μίαν οὖσαν καὶ ἁπλῆν· τελευταίαν δὲ τὴν τῶν μετὰ τὴν γένεσιν, πολυμερεστέραν καὶ ταύτην θεωρουμένην. ἔστι δὲ τῶν μὲν κατʼ αὐτὴν τὴν γένεσιν ἐπιζητουμένων ὅ τε περὶ ἀρρενικῶν καὶ θηλυκῶν λόγος καὶ ὁ περὶ διδυμογόνων ἢ πλειστογόνων καὶ ὁ περὶ τεράτων καὶ ὁ περὶ ἀτρόφων· τῶν δὲ μετὰ τὴν γένεσιν ὅ τε περὶ χρόνων ζωῆς, ἐπειδήπερ οὐ συνῆπται τῷ περὶ ἀτρόφων, ἔπειτα ὁ περὶ μορφῆς σώματος καὶ ὁ περὶ παθῶν ἢ σινῶν σωματικῶν· ἑξῆς δὲ ὁ περὶ ψυχῆς ποιότητος καὶ ὁ περὶ παθῶν
ψυχικῶν· ἔπειθʼ ὁ περὶ τύχης κτητικῆς καὶ ὁ περὶ τύχης ἀξιωματικῆς, μετὰ δὲ ταῦτα ὁ περὶ πράξεως ποιότητος· εἶτα ὁ περὶ συμβιώσεως γαμικῆς καὶ ὁ περὶ τεκνοποιίας καὶ ὁ περὶ συνεπιπλοκῶν καὶ συναρμογῶν καὶ φίλων· ἑξῆς δʼ ὁ περὶ ξενιτείας καὶ τελευταῖος ὁ περὶ τῆς τοῦ θανάτου ποιότητος, τῇ μὲν δυνάμει συνοικειούμενος τῷ περὶ χρόνων ζωῆς, τῇ τάξει δʼ εἰκότως ἐπὶ πᾶσι τούτοις τιθέμενος· ὑπὲρ ὧν ἑκάστου κατὰ τὸ κεφαλαιῶδες ποιησόμεθα τὴν ὑφήγησιν, αὐτὰς τὰς τῆς ἐπισκέψεως πραγματείας μετὰ ψιλῶν τῶν ποιητικῶν δυνάμεων, ὡς ἔφαμεν, ἐκτιθέμενοι, καὶ τὰ μὲν περιέργως ὑπὸ τῶν πολλῶν φλυαρούμενα καὶ μὴ πιθανὸν ἔχοντα λόγον πρὸς τὰς ἀπὸ τῆς πρώτης φύσεως αἰτίας ἀποπεμπόμενοι· τὰ δὲ ἐνδεχομένην ἔχοντα τὴν κατάληψιν, οὐ διὰ κλήρων καὶ ἀριθμῶν ἀναιτιολογήτων, ἀλλὰ δἰ αὐτῆς τῆς τῶν σχηματισμῶν πρὸς τοὺς οἰκείους τόπους θεωρίας ἐπισκεπτόμενοι· καθʼ ὅλου μέντοι καὶ ἐπὶ πάντων ἁπλῶς, ἵνα μὴ καθʼ ἕκαστον εἶδος ταυτολογῶμεν. Πρῶτον μὲν χρὴ σκοπεῖν τὸν οἰκειούμενον τόπον τοῦ ζωδιακοῦ τῷ ζητουμένῳ τῆς γενέσεως κατʼ εἶδος κεφαλαίῳ, καθάπερ λόγου ἕνεκεν τῷ περὶ πράξεων τὸν τοῦ μεσουρανήματος, ἢ τῷ περὶ πατρὸς τὸν ἡλιακόν· ἔπειτα θεωρεῖν τοὺς λόγον ἔχοντας πρὸς τὸν ὑποκείμενον τόπον τῶν ἀστέρων οἰκοδεσποτίας καθʼ οὓς ἐπάνω προείπομεν πέντε τρόπους. κἂν μὲν εἷς ᾖ ὁ κατὰ πάντας κύριος, τούτῳ διδόναι τὴν ἐκείνης τῆς προτελέσεως οἰκοδεσποτίαν· ἐὰν δὲ δύο ἢ τρεῖς, τοῖς τὰς πλείους ἔχουσι ψήφους· μετὰ δὲ ταῦτα πρὸς μὲν τὸ ποιὸν τοῦ ἀποτελέσματος σκοπεῖν τάς τε αὐτῶν τῶν οἰκοδεσποτησάντων ἀστέρων φύσεις καὶ τὰς τῶν δωδεκατημορίων ἐν οἷς εἰσιν αὐτοί τε καὶ οἱ συνοικειούμενοι τόποι· πρὸς δὲ τὸ μέγεθος αὐτῶν σκοπεῖν καὶ τὴν δύναμιν πότερον ἐνεργῶς τυγχάνουσι διακείμενοι κατά τε αὐτὸ τὸ κοσμικὸν καὶ τὸ κατὰ τὴν γένεσιν ἢ τὸ ἐναντίον· δραστικώτατοι μὲν γάρ εἰσιν ὅταν κοσμικῶς μὲν ἐν ἰδίοις ἢ ἐν οἰκείοις ὦσι τόποις· καὶ πάλιν ὅταν ἀνατολικοὶ τυγχάνωσι καὶ προσθετικοὶ τοῖς ἀριθμοῖς· κατὰ γένεσιν δὲ ὅταν ἐπὶ τῶν κέντρων ἢ τῶν ἐπαναφορῶν παροδεύωσι καὶ μάλιστα τῶν πρώτων, λέγω δὴ τῶν τε κατὰ τὰς ἀναφορὰς καὶ τὰς μεσουρανήσεις· ἀδρανέστατοι δὲ ὅταν κοσμικῶς μὲν ἐν τοῖς ἀλλοτρίοις ἢ ἀνοικείοις ὦσι τόποις καὶ δυτικοὶ ἢ ἀναποδιστικοὶ τοῖς δρόμοις ὦσι· κατὰ γένεσιν δὲ ὅταν ἀποκλίνωσι τῶν κέντρων· πρὸς δὲ τὸν καθ̓ ὅλου χρόνον τοῦ ἀποτελέσματος πότερον ἑῷοί εἰσιν ἢ ἑσπέριοι πρός τε τὸν ἥλιον καὶ τὸν ὡροσκόπον, ἐπειδήπερ τὰ μὲν προηγούμενα ἑκατέρου αὐτῶν τεταρτημόρια καὶ τὰ διάμετρα τούτοις ἑῷα γίνεται, τὰ δὲ λοιπὰ καὶ ἑπόμενα ἑσπέρια· καὶ πότερον ἐπὶ τῶν κέντρων τυγχάνουσιν ἢ τῶν ἐπαναφορῶν· ἑῷοι μὲν γὰρ ὄντες ἢ ἐπίκεντροι κατʼ ἀρχὰς γίνονται δραστικώτεροι, ἑσπέριοι δὲ ἢ ἐπὶ τῶν ἐπαναφορῶν βραδύτεροι.