Tetrabiblos

Claudius Ptolemaeus

Ptolemy. Tetrabiblos. Robbins, Frank Egleston, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1964 (printing).

Περὶ γονέων Ὁ μὲν οὖν προηγούμενος τύπος τῆς κατʼ εἶδος ἐπισκέψεως, οὗ διὰ παντὸς ἔχεσθαι προσήκει, τοῦτον ἔχει τὸν τρόπον. ἀρξόμεθα δὲ ἤδη κατὰ τὴν ἐκκειμένην τάξιν ἀπὸ πρώτου τοῦ περὶ γονέων λόγου. ὁ μὲν τοίνυν ἥλιος καὶ ὁ τοῦ Κρόνου ἀστὴρ τῷ πατρικῷ προσώπῳ συνοικειοῦνται κατὰ φύσιν, ἡ δὲ σελήνη καὶ ὁ τῆς Ἀφροδίτης τῷ μητρικῷ· καὶ ὅπως ἂν οὗτοι διακείμενοι τυγχάνωσι πρός τε ἀλλήλους καὶ πρὸς τοὺς ἄλλους, τοιαῦτα δεῖ καὶ τὰ περὶ τοὺς γονέας ὑπονοεῖν. τὰ μὲν γὰρ περὶ τῆς τύχης καὶ τῆς κτήσεως αὐτῶν ἐπισκεπτέον ἐκ τῆς δορυφορίας τῶν φωτῶν, ἐπειδήπερ περιεχόμενοι μὲν ὑπὸ τῶν ἀγαθοποιεῖν δυναμένων καὶ τῶν τῆς αὐτῆς αἱρέσεως, ἤτοι ἐν τοῖς αὐτοῖς ζῳδίοις ἢ καὶ ἐν τοῖς ἑξῆς, ἐπιφανῆ καὶ λαμπρὰ τὰ περὶ τοὺς γονέας διασημαίνουσι, καὶ μάλισθʼ ὅταν τὸν μὲν ἥλιον ἑῷοι δορυφορῶσιν

ἀστέρες, τὴν δὲ σελήνην ἑσπέριοι, καλῶς καὶ αὐτοὶ διακείμενοι καθʼ ὃν εἰρήκαμεν τρόπον. ἐὰν δὲ καὶ ὁ τοῦ Κρόνου καὶ ὁ τῆς Ἀφροδίτης καὶ αὐτοὶ τυγχάνωσιν ἀνατολικοί τε καὶ ἰδιοπροσωποῦντες ἢ καὶ ἐπίκεντροι, εὐδαιμονίαν πρόδηλον ὑπονοητέον κατὰ τὸ οἰκεῖον ἑκατέρου τῶν γονέων· τὸ δὲ ἐναντίον, ἐὰν κενοδρομοῦντα ᾖ τὰ φῶτα καὶ ἀδορυφόρητα τυγχάνοντα, ταπεινότητος καὶ ἀδοξίας τῶν γονέων ἐστὶ δηλωτικὰ καὶ μάλισθʼ ὅταν ὁ τῆς Ἀφροδίτης ἢ καὶ ὁ τοῦ Κρόνου μὴ καλῶς φαίνωνται διακείμενοι. ἐὰν δὲ δορυφόρηται μέν, μὴ μέντοι ὑπὸ τῶν τῆς αὐτῆς αἱρέσεως, ὡς ὅταν Ἄρης μὲν ἐπαναφέρηται τῷ ἡλίῳ, Κρόνος δὲ τῇ σελήνῃ, ἢ μὴ ὑπὸ καλῶς κειμένων τῶν ἀγαθοποιῶν καὶ κατὰ τὴν αὐτὴν αἵρεσιν, μετριότητα καὶ ἀνωμαλίαν περὶ τὸν βίον αὐτῶν ὑπονοητέον. κἂν μὲν σύμφωνος ᾖ ὁ διασημανθησόμενος τῆς τύχης κλῆρος ἐν τῇ γενέσει τοῖς τὸν ἥλιον ἢ τὴν σελήνην ἐπὶ καλῷ δορυφορήσασι, παραλήψονται σῶα τὰ τῶν γονέων· ἐὰν δὲ ἀσύμφωνος ᾖ ἢ ἐναντίος, μηδενὸς ἢ τῶν κακοποιῶν εἰληφότων τὴν δορυφορίαν, ἄχρηστος αὐτοῖς καὶ ἐπιβλαβὴς ἡ τῶν γονέων ἔσται κτῆσις. Περὶ δὲ πολυχρονιότητος ἢ ὀλιγοχρονιότητος αὐτῶν σκεπτέον ἀπὸ τῶν ἄλλων συσχηματισμῶν. ἐπὶ μὲν γὰρ τοῦ πατρός, ἐὰν ὁ τοῦ Διὸς ἢ ὁ τῆς Ἀφροδίτης συσχηματισθῶσιν ὁπωσδήποτε
τῷ τε ἡλίῳ καὶ τῷ τοῦ Κρόνου, ἢ καὶ αὐτὸς ὁ τοῦ Κρόνου σύμφωνον ἔχῃ σχηματισμὸν πρὸς τὸν ἥλιον ἤτοι συνὼν ἢ ἑξαγωνίζων ἢ τριγωνίζων, ἐν δυνάμει μὲν ὄντων αὐτῶν, πολυχρονιότητα τοῦ πατρὸς καταστοχαστέον· ἀδυναμούντων δὲ οὐχ ὁμοίως, οὐ μέντοιγε οὐδὲ ὀλιγοχρονιότητα· ἐὰν δὲ τοῦτο μὲν μὴ ὑπάρχῃ, ὁ δὲ τοῦ Ἄρεως καθυπερτερήσῃ τὸν ἥλιον ἢ τὸν τοῦ Κρόνου, ἢ καὶ ἐπανενεχθῇ αὐτοῖς, ἢ καὶ αὐτὸς πάλιν ὁ τοῦ Κρόνου μὴ σύμφωνος ᾖ πρὸς τὸν ἥλιον ἀλλʼ ἤτοι τετράγωνος ἢ διάμετρος, ἀποκεκλικότες μὲν τῶν κέντρων ἀσθενικοὺς μόνον τοὺς πατέρας ποιοῦσιν, ἐπίκεντροι δὲ ἢ ἐπαναφερόμενοι τοῖς κέντροις ὀλιγοχρονίους ἢ ἐπισινεῖς· ὀλιχοχρονίους μὲν ὅταν ἐν τοῖς πρώτοις ὦσι δυσὶ κέντροις, τῷ τε ἀνατέλλοντι καὶ τῷ μεσουρανοῦντι, καὶ ταῖς τούτων ἐπαναφοραῖς· ἐπισινεῖς δὲ ἢ ἐπινόσους ὅταν ἐν τοῖς λοιποῖς δυσὶ κέντροις ὦσι, τῷ τε δύνοντι καὶ τῷ ὑπογείῳ, ἢ ταῖς τούτων ἐπαναφοραῖς· ὁ μὲν γὰρ τοῦ Ἄρεως τὸν ἥλιον βλέψας καθʼ ὃν εἰρήκαμεν τρόπον αἰφνιδίως ἀναιρεῖ τὸν πατέρα ἢ σίνη περὶ τὰς ὄψεις ποιεῖ, τὸν δὲ τοῦ Κρόνου βλέψας ἢ θανάτοις ἢ ῥιγοπυρέτοις ἢ σίνεσι διὰ τομῶν καὶ καύσεων περικυλίει. ὁ δὲ τοῦ Κρόνου καὶ αὐτὸς κακῶς σχηματισθεὶς πρὸς τὸν ἥλιον καὶ τοὺς θανάτους τοὺς πατρικοὺς ἐπινόσους κατασκευάζει καὶ πάθη τὰ διὰ τῆς τῶν ὑγρῶν ὀχλήσεως.
Ἐπὶ δὲ τῆς μητρός, ἐὰν μὲν ὁ τοῦ Διὸς συσχηματισθῇ τῇ τε σελήνῃ καὶ τῷ τῆς Ἀφροδίτης ὁπωσδήποτε ἢ καὶ αὐτὸς ὁ τῆς Ἀφροδίτης συμφώνως ἔχῃ πρὸς τὴν σελήνην, ἑξάγωνος ὢν ἢ τρίγωνος ἢ συνὼν αὐτῇ ἐν δυνάμει ὄντες, πολυχρόνιον δεικνύουσι τὴν μητέρα. ἐὰν δὲ ὁ τοῦ Ἄρεως βλέψῃ τὴν σελήνην ἢ τὸν τῆς Ἀφροδίτης ἐπανενεχθεὶς ἢ τετραγωνίσας ἢ διαμετρήσας, ἢ ὁ τοῦ Κρόνου τὴν σελήνην μόνην ὡσαύτως, ἀφαιρετικοὶ μὲν ὄντες ἢ ἀποκεκλικότες, πάλιν ἀντιπτώμασι μόνον ἢ ἀσθενείαις περικυλίουσι· προσθετικοὶ δὲ ἢ ἐπίκεντροι, ὀλιγοχρονίους ἢ ἐπισινεῖς ποιοῦσι τὰς μητέρας, ὀλιγοχρονίους μὲν ὁμοίως ἐπὶ τῶν ἀπηλιωτικῶν ὄντες κέντρων ἢ ἐπαναφορῶν, ἐπισινεῖς δὲ ἐπὶ τῶν δυτικῶν. Ἄρης μὲν γὰρ βλέψας τὴν σελήνην τοῦτον τὸν τρόπον, ἀνατολικὴν μὲν οὖσαν, τούς τε θανάτους τοὺς μητρικοὺς αἰφνιδίους καὶ σίνη περὶ τὰς ὄψεις ποιεῖ, ἀποκρουστικὴν δὲ τοὺς θανάτους ἀπὸ ἐκτρωσμῶν ἢ τῶν τοιούτων καὶ τὰ σίνη διὰ τομῶν καὶ καύσεων· τὴν δὲ Ἀφροδίτην βλέψας τούς τε θανάτους πυρεκτικοὺς ἀπεργαζέται καὶ πάθη τὰ δἰ ἀποκρύφων καὶ σκοτισμῶν καὶ προσδρομῶν αἰφνιδίων. ὁ δὲ τοῦ Κρόνου τὴν σελήνην βλέψας θανάτους καὶ πάθη ποιεῖ, ἀνατολικῆς μὲν οὔσης αὐτῆς διὰ ῥιγοπυρέτων, ἀποκρουστικῆς δὲ διὰ νομῶν ὑστερικῶν καὶ ἀναβρώσεων. Προσπαραληπτέον δὲ εἰς τὰ κατὰ μέρος εἴδη τῶν σινῶν ἢ καὶ παθῶν ἢ καὶ θανάτων καὶ τὰς τῶν δωδεκατημορίων ἐν οἷς εἰσιν οἱ τὸ αἴτιον ἐμποιοῦντες ἰδιοτροπίας, ὑπὲρ ὧν εὐκαιρότερον ἐν τοῖς περὶ αὐτῆς
τῆς γενέσεως ἐπεξεργασόμεθα. καὶ ἔτι παρατηρητέον ἡμέρας μὲν μάλιστα τόν τε ἥλιον καὶ τὴν Ἀφροδίτην, νυκτὸς δὲ τὸν τοῦ Κρόνου καὶ τὴν σελήνην. Λοιπὸν δὲ ἐπὶ τῶν κατʼ εἶδος ἐξεργασιῶν ἁρμόζον καὶ ἀκόλουθον ἂν εἴη τὸν τῆς αἱρέσεως πατρικὸν ἢ μητρικὸν τόπον ὥσπερ ὡροσκόπον ὑποστησαμένους τὰ λοιπὰ ὡς ἐπὶ γενέσεως αὐτῶν τῶν γονέων ἐπισκοπεῖν κατὰ τὰς ἐφεξῆς ὑποδειχθησομένας τῶν ὁλοσχερεστέρων εἰδῶν πρακτικῶν τε καὶ συμβατικῶν ἐφόδους· τοῦ μέντοι συγκρατικοῦ τρόπου καὶ ἐνταῦθα καὶ ἐπὶ πάντων μεμνῆσθαι προσήκει, καταστοχαζομένους, ἐὰν μὴ μονοειδεῖς ἀλλὰ διάφοροι ἢ τῶν ἐναντίων ποιητικοὶ τυγχάνωσιν οἱ τὰς κυρίας τῶν ἐπιζητουμένων τόπων εἰληφότες ἀστέρες, τίνες ἐκ τῶν περὶ ἕκαστον συμβεβηκότων πρὸς δύναμιν πλεονεκτημάτων πλείους ἔχοντες εὑρίσκονται ψήφους πρὸς τὴν ἐπικράτησιν τῶν ἀποτελεσθησομένων, ἵνα ἢ ταῖς τούτων φύσεσιν ἀκόλουθον ποιώμεθα τὴν ἐπίσκεψιν, ἢ τῶν ψήφων ἰσορρόπων οὐσῶν, ὅταν μὲν ἅμα ὦσιν οἱ ἐπικρατοῦντες, τὸ ἐκ τῆς κράσεως τῶν διαφόρων
φύσεων συναγόμενον εὐστόχως ἐπιλογιζώμεθα· ὅταν δὲ διεστηκότες ἀνὰ μέρος ἑκάστοις κατὰ τοὺς ἰδίους καιροὺς τὰ οἰκεῖα τῶν συμπτωμάτων ἀπομερίζωμεν, προτέροις μὲν τοῖς ἑῴοις μᾶλλον, ὑστέροις δὲ τοῖς ἑσπερίοις. ἀπʼ ἀρχῆς μὲν γὰρ ἀνάγκη συνοικειωθῆναι τῷ ζητουμένῳ τόπῳ τὸν μέλλοντά τι περὶ αὐτὸν ἀπεργάζεσθαι τῶν ἀστέρων, καὶ τούτου μὴ συμβεβηκότος οὐδὲν οἷόν τε καθʼ ὅλου διαθεῖναι μέγα τὸν μηδʼ ὅλως τῆς ἀρχῆς κοινωνήσαντα, τοῦ μέντοι χρόνου τῆς κατὰ τὸ ἀποτελούμενον ἐκβάσεως οὐκέτι τὸ τῆς πρώτης δεσποτίας αἴτιον, ἀλλʼ ἡ τοῦ κυριεύσαντός πως πρός τε τὸν ἥλιον καὶ τὰς τοῦ κόσμου γωνίας διάστασις.

Περι ἀδελφῶν Ὁ μὲν οὖν περὶ γονέων τόπος σχεδὸν καὶ ἀπὸ τούτων ἂν ἡμῖν γένοιτο καταφανής· ὁ δὲ περὶ ἀδελφῶν, εἴ τις κἀνταῦθα τὸ καθʼ ὅλου μόνον ἐξετάζοι καὶ μὴ πέρα τοῦ δυνατοῦ τόν τε ἀριθμὸν ἀκριβῶς καὶ κατὰ μέρος ἐπιζητοίη, λαμβάνοιτʼ ἂν φυσικώτερον ὅ τε περὶ ὁμομητρίων μόνον καὶ ἀπὸ τοῦ μεσουρανοῦντος δωδεκατημορίου τοῦ μητρικοῦ τόπου, τουτέστι τοῦ περιέχοντος ἡμέρας μὲν τὸν τῆς Ἀφροδίτης, νυκτὸς δὲ τὴν σελήνην,ἐπειδήπερ

τοῦτο τὸ ζῴδιον καὶ τὸ ἐπαναφερόμενον αὐτῷ γίνεται τῆς μητρὸς ὁ περὶ τέκνων τόπος, ὁ αὐτὸς ὀφείλων εἶναι τῷ τοῦ γεννωμένου περὶ ἀδελφῶν. ἐὰν μὲν οὖν ἀγαθοποιοὶ τῷ τόπῳ συσχηματίζωνται, δαψίλειαν ἀδελφῶν ἐροῦμεν, πρός τε τὸ πλῆθος αὐτῶν τῶν ἀστέρων τὸν στοχασμὸν ποιούμενοι, καὶ πότερον ἐν μονοειδέσι τυγχάνουσι ζῳδίοις ἢ ἐν δισώμοις· ἐὰν δʼ οἱ κακοποιοὶ καθυπερτερῶσιν αὐτῶν ἢ καὶ ἐναντιωθῶσι κατὰ διάμετρον, σπαναδελφίας εἰσὶ δηλωτικοί, μάλιστα δὲ κἂν τὸν ἥλιον συμπαραλαμβάνωσιν· εἰ δὲ καὶ ἐπὶ τῶν κέντρων ἡ ἐναντίωσις γένοιτο καὶ μάλιστα τοῦ ὡροσκοποῦντος, ἐπὶ μὲν Κρόνου καὶ πρωτοτόκοι ἢ πρωτοτρόφοι γίνονται, ἐπὶ δὲ Ἄρεως θανάτῳ τῶν λοιπῶν σπαναδελφοῦσιν. ἔτι μέντοι τῶν διδόντων ἀστέρων ἐὰν μὲν καλῶς κατὰ τὸ κοσμικὸν τυγχάνωσι διακείμενοι, εὐσχήμονας καὶ ἐνδόξους ἡγητέον τοῦς διδομένους ἀδελφούς· ἐὰν δὲ ἐναντίως, ταπεινοὺς καὶ ἀνεπιφάντους· ἐὰν δὲ καθυπερτερήσωσι τοὺς διδόντας ἢ ἐπενεχθῶσιν αὐτοῖς οἱ κακοποιοί, καὶ ὀλιγοχρονίους· δώσουσι δὲ τοὺς μὲν ἄρρενας οἱ κοσμικῶς ἠρρενωμένοι, τὰς δὲ θηλείας οἱ τεθηλυσμένοι, καὶ πάλιν τοὺς μὲν πρώτους οἱ ἀπηλιωτικώτεροι, τοὺς δὲ ὑστέρους οἱ λιβυκώτεροι. πρὸς δὲ τούτοις ἐὰν οἱ διδόντες τοὺς ἀδελφοὺς
συμφώνως ἐσχηματισμένοι τυγχάνωσι τῷ κυριεύοντι τοῦ περὶ τῶν ἀδελφῶν δωδεκατημορίου, προσφιλεῖς ποιήσουσι τοὺς διδομένους ἀδελφούς· ἐὰν δὲ καὶ τῷ κλήρῳ τῆς τύχης, καὶ κοινοβίους· ἐὰν δὲ ἐν τοῖς ἀσυνδέτοις τύχωσιν ἢ κατὰ τὴν ἐναντίαν στάσιν, φιλέχθρους καὶ φθονερούς, καὶ ὡς ἐπὶ πᾶν ἐπιβουλευτικούς. λοιπὸν δὲ καὶ τὰ καθʼ ἕκαστον αὐτῶν εἴ τις ἐπιπολυπραγμονοίη, συνεικάζοιτʼ ἂν καὶ ἐνταῦθα πάλιν, τοῦ διδόντος ἀστέρος ὑποτιθεμένου κατὰ τὸν ὡροσκοπικὸν λόγον καὶ τῶν λοιπῶν ὡς ἐπὶ γενέσεως συνθεωρουμένων.

Περὶ ἀρρενικῶν καὶ θηλυκῶν Ὑπʼ ὄψιν ἤδη καὶ τοῦ περὶ ἀδελφῶν λόγου κατὰ τὸν ἀρμόζοντα καὶ φυσικὸν τρόπον ἡμῖν γεγονότος, ἑξῆς ἂν εἴη τῶν κατʼ αὐτὴν τὴν γένεσιν ἄρξασθαι, καὶ πρῶτον ἐπιδραμεῖν τὸν περὶ ἀρρενικῶν τε καὶ θηλυκῶν ἐπιλογισμόν. θεωρεῖται δʼ οὗτος οὐ μονοειδῶς οὐδʼ ἀφʼ ἑνός τινος ἀλλʼ ἀπό τε τῶν φωτῶν ἀμφοτέρων καὶ τοῦ ὡροσκόπου τῶν τε λόγον ἐχόντων πρὸς αὐτοὺς ἀστέρων, μάλιστα μὲν κατὰ τὴν τῆς σπορᾶς διάθεσιν, ὁλοσχερέστερον δὲ καὶ κατὰ τὴν τῆς ἐκτροπῆς. τὸ δʼ ὅλον παρατηρητέον, πότερον οἱ προειρημένοι τρεῖς τόποι καὶ οἱ τούτων οἰκοδεσποτοῦντες ἀστέρες ἢ πάντες ἢ οἱ πλεῖστοι τυγχάνουσιν ἠρρενωμένοι πρὸς ἀρρενογονίαν

ἢ τεθηλυσμένοι πρὸς θηλυγονίαν, καὶ οὕτως ἀποφαντέον. διακριτέον μέντοι τούς τε ἠρρενωμένους καὶ τοὺς τεθηλυσμένους καθʼ ὃν ὑπεθέμεθα τρόπον ἐν ταῖς πινακικαῖς ἐκθέσεσι ἐν ἀρχῇ τῆς συντάξεως ἀπό τε τῆς τῶν δωδεκατημορίων ἐν οἷς εἰσι φύσεως, καὶ ἀπὸ τῆς αὐτῶν τῶν ἀστέρων, καὶ ἔτι ἀπὸ τῆς πρὸς τὸν κόσμον σχέσεως, ἐπειδήπερ ἀπηλιωτικοὶ μὲν ὄντες ἀρρενοῦνται, λιβυκοὶ δὲ θηλύνονται πρὸς δὲ τούτοις ἀπὸ τῆς πρὸς τὸν ἥλιον, ἑῷοι μὲν γὰρ πάλιν ὄντες ἀρρενοῦνται, θηλύνονται δὲ ἑσπέριοι· δἰ ὧν πάντων τὴν κατὰ τὸ πλεῖστον ἐπικράτησιν τοῦ γένους προσήκει καταστοχάζεσθαι.

Περὶ διδυμογόνων Καὶ περὶ τῶν γεννωμένων δὲ ὁμοίως ἀνὰ δύο ἢ καὶ πλειόνων τοὺς αὐτοὺς δύο τόπους παρατηρεῖν προσήκει, τουτέστι τά τε δύο φῶτα καὶ τὸν ὡροσκόπον. παρακολουθεῖν δὲ εἴωθε τοῦτο τὸ σύμπτωμα παρὰ τὰς συγκράσεις, ὅταν οἱ δύο ἢ καὶ οἱ τρεῖς τόποι δίσωμα περιέχωσι ζῴδια, καὶ μάλιστα ὅταν καὶ οἱ οἰκοδεσπόζοντες αὐτῶν ἀστέρες τὸ αὐτὸ πάθωσιν ἤ τινες μὲν ἐν δισώμοις, τινὲς δὲ ἀνὰ δύο κείμενοι τυγχάνωσιν ἢ καὶ πλείους. ἐπὰν δὲ καὶ ἐν δισώμοις ὦσιν οἱ κύριοι τόποι καὶ κατὰ τὸ αὐτὸ

πλείονες τῶν ἀστέρων συνεσχηματισμένοι, τότε καὶ πλείονα τῶν δύο κυΐσκεσθαι συμπίπτει, τοῦ μὲν πλήθους ἀπὸ τοῦ τὸ ἰδίωμα ποιοῦντος ἀστέρος τοῦ ἀριθμοῦ συνεικαζομένου, τοῦ δὲ γένους ἀπὸ τῶν συνεσχηματισμένων ἀστέρων τῷ τε ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τῷ ὡροσκόπῳ πρὸς ἀρρενογονίαν ἢ θηλυγονίαν κατὰ τοὺς ἐν τοῖς ἔμπροσθεν εἰρημένους τρόπους. ὅταν δὲ ἡ τοιαύτη διάθεσις μὴ συμπεριλαμβάνῃ τοῖς φωσὶ τὸ τοῦ ὡροσκόπου κέντρον, ἀλλὰ τὸ τοῦ μεσουρανήματος, αἱ τοιαῦται τῶν μητέρων δίδυμα ὡς ἐπὶ πᾶν ἢ καὶ πλείονα κυΐσκουσιν. ἰδίως δὲ τρεῖς μὲν ἄρρενας πληροφοροῦσιν ὑπὸ τὴν τῶν Ἀνακτόρων γένεσιν ἅμα τοῖς προκειμένοις τόποις ἐν δισώμοις συσχηματισθέντες Κρόνος, Ζεύς, Ἄρης· τρεῖς δὲ θηλείας ὑπὸ τὴν τῶν Χαρίτων Ἀφροδίτη, σελήνη μεθʼ Ἑρμοῦ τεθηλυσμένου· δύο δʼ ἄρρενας καὶ μίαν θήλειαν ὑπὸ τὴν τῶν Διοσκούρων Κρόνος, Ζεύς, Ἀφροδίτη· δύο δὲ θηλείας καὶ ἄρρενα ἕνα ὑπὸ τὴν Δήμητρος καὶ Κόρης Ἀφροδίτη, σελήνη, Ἄρης· ἐφʼ ὧν ὡς ἐπὶ τὸ πολὺ συμβαίνειν εἴωθε τό τε μὴ τελεσφορεῖσθαι τὰ γινόμενα καὶ τὸ μετὰ παρασήμων
τινῶν σωματικῶν ἀποκυΐσκεσθαι καὶ ἔτι τὸ γίνεσθαί τινα τοῖς τόποις ἐξαίρετα καὶ ἀπροσδόκητα διὰ τῆς τῶν τοιούτων συμπτωμάτων ὥσπερ ἐπιφανείας.