Tetrabiblos

Claudius Ptolemaeus

Ptolemy. Tetrabiblos. Robbins, Frank Egleston, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1964 (printing).

Περὶ χρωμάτων τῶν ἐκλείψεων καὶ κομητῶν καὶ τῶν τοιούτων Τηρητέον δὲ πρὸς τὰς καθʼ ὅλου περιστάσεις καὶ τὰ περὶ τὰς ἐκλείψεις χρώματα ἤτοι τῶν φωτῶν

αὐτῶν ἢ τῶν περὶ αὐτὰ γινομένων συστημάτων, οἶον ῥάβδων ἢ ἅλων ἢ τῶν τοιούτων. μέλανα μὲν γὰρ ἢ ὑπόχλωρα φανέντα σημαντικὰ γίνεται τῶν ἐπὶ τῆς τοῦ Κρόνου φύσεως εἰρημένων· λευκὰ δὲ τῶν ἐπὶ τῆς τοῦ Διός· ὑπόκιρρα δὲ τῶν ἐπὶ τῆς τοῦ Ἄρεως· ξανθὰ δὲ τῶν ἐπὶ τοῦ τῆς Ἀφροδίτης· ποικίλα δὲ τῶν ἐπὶ τῆς τοῦ Ἑρμοῦ. κἂν μὲν ἐν ὅλοις τοῖς σώμασι τῶν φωτῶν ἢ ἐν ὅλοις τοῖς περὶ αὐτὰ τόποις τὸ γινόμενον ἰδίωμα τῆς χροιᾶς φαίνηται, περὶ τὰ πλεῖστα μέρη τῶν χωρῶν ἔσται τὸ ἀποτελεσθησόμενον ἐὰν δὲ ἀπὸ μέρους οἱουδήποτε, περὶ ἐκεῖνο μόνον τὸ μέρος, καθʼ οὗ ἂν καὶ ἡ πρόσνευσις τοῦ ἰδιώματος γίνηται. Τηρητέον δὲ ἔτι καὶ τὰς συνισταμένας ἤτοι κατὰ τοὺς ἐκλειπτικοὺς καιροὺς ἢ καὶ ὁτεδήποτε κομητῶν ἐπιφανείας πρὸς τὰς καθʼ ὅλου περιστάσεις, οἷον τῶν καλουμένων δοκίδων ἢ σαλπίγγων ἢ πίθων καὶ τῶν τοιούτων, ὡς ἀποτελεσματικὰς μὲν φύσει τῶν ἐπὶ τοῦ Ἄρεως καὶ τῶν τοῦ Ἑρμοῦ ἰδιωμάτων καὶ πολέμων δὲ καὶ καυσώδων ἢ κινητικῶν καταστημάτων καὶ τῶν τούτοις ἐπισυμβαινόντων, δηλούσας δὲ διὰ μὲν τῶν τοῦ ζωδιακοῦ μερῶν, καθʼ ὧν ἂν οἱ συστάσεις αὐτῶν φαίνωνται, καὶ τῶν κατὰ τὰ
σχήματα τῆς κόμης προσνεύσεων τοὺς τόπους οἷς ἐπισκήπτουσι τὰ συμπτώματα· διὰ δὲ τῶν αὐτῆς τῆς συστάσεως ὥσπερ μορφώσεων τὸ εἶδος τοῦ ἀποτελέσματος καὶ τὸ γένος περὶ ὃ τὸ πάθος ἀποβήσεται· διὰ δὲ τοῦ χρόνου τῆς ἐπιμονῆς τὴν παράτασιν τῶν συμπτωμάτων· διὰ δὲ τῆς πρὸς τὸν ἥλιον σχέσεως καὶ τὴν καταρχήν, ἐπειδήπερ ἑῷοι μὲν ἐπὶ πολὺ φαινόμεναι τάχιον ἐπισημαίνουσιν, ἑσπέριοι δὲ βράδιον.

Περὶ τῆς τοῦ ἔτους νουμηνίας Δεδειγμένης δὲ τῆς ἐφόδου τῆς περὶ τὰς καθ̓ ὅλου περιστάσεις χωρῶν τε καὶ πόλεων, λοιπὸν ἂν εἴη καὶ περὶ τῶν λεπτομερεστέρων ὑπομνηματίσασθαι· λέγω δὲ τῶν ἐνιαυσίως περὶ τὰς ὥρας ἀποτελουμένων, πρὸς ἢν ἐπίσκεψιν καὶ περὶ τῆς καλουμένης τοῦ ἔτους νουμηνίας ἁρμόζον ἂν εἴη προδιαλαβεῖν. ὅτι μὲν οὖν ἀρχὴν ταύτην εἶναι προσήκει τῆς τοῦ ἡλίου καθʼ ἑκάστην περιστροφὴν ἀποκαταστάσεως, δῆλόν ἐστιν αὐτόθεν καὶ ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῆς ὀνομασίας. τίνα δʼ ἄν τις ἀρχὴν ὑποστήσαιτο ἐν κύκλῳ μὲν αὐτὸ μόνον ἁπλῶς οὐδʼ ἂν ἐπινοήσειεν, ἐν δὲ τῷ διὰ μέσον τῶν ζῳδίων μόνας ἂν εἰκότως ἀρχὰς λάβοι τὰ ὑπὸ τοῦ ἰσημερινοῦ καὶ τῶν τροπικῶν ἀφοριζόμενα σημεῖα, τουτέστι τά τε δύο ἰσημερινὰ καὶ τὰ δύο τροπικά. ἐνταῦθα μέντοι τις ἀπορήσειεν ἂν ἤδη, τίνι τῶν

τεττάρων ὡς προηγουμένῳ χρήσαιτο. κατὰ μὲν οὖν τὴν ἁπλῆν καὶ κυκλικὴν φύσιν οὐδὲν αὐτῶν ἐστιν ὡς ἐπὶ μιᾶς ἀρχῆς προηγούμενον· κέχρηνται δὲ οἱ περὶ τούτων γράψαντες, ἕν τι ὑποτιθέμενοι διαφόρως, ἐκάστῳ τῶν τεττάρων ὡς ἀρχὴν κατά τινας οἰκείους λόγους καὶ φυσικὰς συμπαθείας ἐνεχθέντες. καὶ γὰρ ἔχει τι τῶν μερῶν τούτων ἕκαστον ἐξαίρετον ἀφʼ οὗ ἂν ἀρχὴ καὶ νέον ἔτος εἰκότως νομίζοιτο· τὸ μὲν ἐαρινὸν ἰσημερινὸν διά τε τὸ πρώτως τότε μείζονα τὴν ἡμέραν τῆς νυκτὸς ἄρχεσθαι γίνεσθαι καὶ διὰ τὸ τῆς ὑγρᾶς ὥρας εἶναι, ταύτην δὲ τὴν φύσιν, ὡς καὶ πρότερον ἔφαμεν, ἀρχομέναις ταῖς γενέσεσι πλείστην ἐνυπάρχειν· τὸ δὲ θερινὸν τροπικὸν διὰ τὸ κατʼ αὐτὸ τὴν μεγίστην ἡμέραν ἀποτελεῖσθαι, παρὰ δὲ Αἰγυπτίοις καὶ τὴν τοῦ Νείλου ἀνάβασιν καὶ κυνὸς ἄστρου ἐπιτολὴν ἐπισημαίνειν· τὸ δὲ μετοπωρινὸν ἰσημερινὸν διὰ τὸ γεγονέναι πάντων ἤδη τῶν καρπῶν συγκομιδήν, τότε δὲ ἀπʼ ἄλλης ἀρχῆς τὸν τῶν ἐσομένων σπόρον καταβάλλεσθαι· τὸ δὲ χειμερινὸν τροπικὸν διὰ τὸ πρῶτον ἄρχεσθαι τότε τὸ μέγεθος τῆς ἡμέρας ἀπὸ μειώσεως αὔξησιν λαμβάνειν. οἰκειότερον δέ μοι δοκεῖ καὶ φυσικώτερον πρὸς τὰς ἐνιαυσίους ἐπισκέψεις ταῖς τέτταρσιν ἀρχαῖς χρῆσθαι, παρατηροῦντας
τὰς ἔγγιστα αὐτῶν προγινομένας ἡλίου καὶ σελήνης συζυγίας συνοδικὰς ἢ πανσεληνιακάς, καὶ μάλιστα πάλιν τούτων τὰς ἐκλειπτικάς, ἴνα ἀπὸ μὲν τῆς ἐν τῇ περὶ Κριὸν ἀρχῆς τὸ ἔαρ ὁποῖον ἔσται διασκεπτώμεθα, ἀπὸ δὲ τῆς περὶ τὸν Καρκίνον τὸ θέρος, ἀπὸ δὲ τῆς περὶ τὰς Χηλὰς τὸ μετόπωρον, ἀπὸ δὲ τῆς περὶ τὸν Αἰγόκερων τὸν χειμῶνα. τὰς μὲν γὰρ καθʼ ὅλου τῶν ὡρῶν ποιότητας καὶ καταστάσεις ὁ ἥλιος ποιεῖ, καθʼ ἃς καὶ οἱ παντελῶς ἄπειροι μαθημάτων πρόγνωσιν ἔχουσι τοῦ μέλλοντος. Ἔτι δὲ καὶ τὰς τῶν ζῳδίων ἰδιοτροπίας εἴς τε τὰς παρασημασίας ἀνέμων τε καὶ τῶν ὁλοσχερεστέρων φύσεων παραληπτέον. τὰς δʼ ἐν τῷ μᾶλλον ἢ ἧττον κατὰ καιροὺς ἐναλλοιώσεις καθʼ ὅλου μὲν πάλιν αἱ περὶ τὰ προειρημένα σημεῖα γινόμεναι συζυγίαι καὶ οἱ τῶν πλανήτων πρὸς αὐτὰς σχηματισμοὶ δεικνύουσι, κατὰ μέρος δὲ καὶ αἱ καθʼ ἕκαστον δωδεκατημόριον σύνοδοι καὶ πανσέληνοι καὶ τῶν ἀστέρων ἐπιπορεύσεις, ἢν δὴ μηνιαίαν ἐπίσκεψιν ἄν τις προσαγορεύοι. Προεκτεθῆναι δʼ ὀφειλόντων εἰς τοῦτο καὶ τῶν ἐν μέρει κατὰ ζῴδιον πρὸς τὰ ἐνιαύσια καταστήματα τῶν φυσικῶν ἰδιωμάτων καὶ ἔτι τῶν καθʼ ἕκαστον
ἀστέρων, τὴν μὲν τῶν πλανήτων καὶ τῶν τῆς ὁμοίας κράσεως ἀπλανῶν πρὸς τοὺς ἀέρας τε καὶ τοὺς ἀνέμους συνοικείωσιν καὶ ἔτι τὴν τῶν ὅλων δωδεκατημορίων πρός τε τοὺς ἀνέμους καὶ τὰς ὥρας, ἕκαστα δεδηλώκαμεν ἐν τοῖς ἔμπροσθεν. ὑπόλοιπον δʼ ἂν εἴη καὶ περὶ τῆς ἐπὶ μέρους τῶν ζῳδίων φύσεως εἰπεῖν.

Περὶ τῆς μερικῆς πρὸς τὰ καταστήματα φύσεως τῶν ζῳδίων Τὸ μὲν οὖν τοῦ Κριοῦ δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι διὰ τὴν ἰσημερινὴν ἐπισημασίαν βροντῶδες ἢ χαλαζῶδες· κατὰ μέρος δὲ ἐν τῷ μᾶλλον καὶ ἧττον ἀπὸ τῆς τῶν κατὰ τῶν ἀπλανῶν ἀστέρων ἰδιότητος τὰ μὲν προηγούμενα αὐτοῦ ὀμβρώδη καὶ ἀνεμώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δʼ ἑπόμενα καυσώδη καὶ λοιμικά, τὰ δὲ βόρεια καυματώδη καὶ φθαρτικά, τὰ δὲ νότια κρυσταλλώδη καὶ ὑπόψυχρα. Τὸ δὲ τοῦ Ταύρου δωδεκατημόριον καθʼ ὅλου μέν ἐστιν ἐπισημαντικὸν ἀμφοτέρων τῶν κράσεων καὶ ὑπόθερμον, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ, καὶ μάλιστα τὰ κατὰ τὴν Πλειάδα, σεισμώδη καὶ πνευματώδη καὶ ὁμιχλώδη, τὰ δὲ μέσα ὑγραντικὰ καὶ ψυχρά, τὰ δὲ ἑπόμενα κατὰ τὴν

Ὑάδα πυρώδη καὶ κεραυνώδη καὶ ἀστραπῶν ποιητικά· τὰ δὲ βόρεια εὔκρατα, τὰ δὲ νότια κινητικὰ καὶ ἄτακτα. Τὸ δὲ τῶν Διδύμων δωδεκατημόριον καθʼ ὅλου μέν ἐστιν εὐκρασίας ποιητικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ δίυγρα καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα μεμιγμένα καὶ ἄτακτα· τὰ δὲ βόρεια πνευματώδη καὶ σεισμοποιά, τὰ δὲ νότια ξηρὰ καὶ καυσώδη. Τὸ δὲ τοῦ Καρκίνου δωδεκατημόριον καθʼ ὅλου μέν ἐστιν εὔδιον καὶ θερμόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καὶ κατὰ τὴν Φάτνην πνιγώδη καὶ σεισμοποιὰ καὶ ἀχλυώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἐπόμενα πνευματώδη· τὰ δὲ βόρεια καὶ τὰ νότια ἔκπυρα καὶ καυσώδη. Τὸ δὲ τοῦ Λέοντος δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι καυματῶδες καὶ πνιγῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ πνιγώδη καὶ λοιμικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ἔνικμα καὶ φθοροποιά· τὰ δὲ βόρεια κινητικὰ καὶ πυρώδη, τὰ δὲ νότια δίυγρα. Τὸ δὲ τῆς Παρθένου δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι δίυγρον καὶ βροντῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ θερμότερα καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ὑδατώδη· τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια εὔκρατα.
Τὸ δὲ τῶν Χηλῶν δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι τρεπτικὸν καὶ μεταβολικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καὶ τὰ μέσα ἐστὶν εὔκρατα, τὰ δὲ ἑπόμενα ὑδατώδη· τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια ἔνικμα καὶ λοιμικά. Τὸ δὲ τοῦ Σκορπίου δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι βροντῶδες καὶ πυρῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ νιφετώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα σεισμώδη· τὰ δὲ βόρεια καυσώδη, τὰ δὲ νότια ἔνικμα. Τὸ δὲ τοῦ Τοξότου δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι πνευματῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ δίυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πυρώδη· τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια κάθυγρα καὶ μεταβολικά. Τὸ δὲ τοῦ Αἰγόκερω δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι κάθυγρον, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καυσώδη καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ὄμβρων κινητικά· τὰ δὲ βόρεια καὶ τὰ νότια κάθυγρα καὶ φθαρτικά. Τὸ δὲ τοῦ Ὑδροχόου δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι ψυχρὸν καὶ ὑδατῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ κάθυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πνευματώδη· τὰ δὲ βόρεια καυσώδη, τὰ δὲ νότια νιφετώδη. Τὸ δὲ τῶν Ἰχθύων δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι ψυχρὸν καὶ πνευματῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ εὔκρατα, τὰ δὲ μέσα κάθυγρα, τὰ δὲ ἑπόμενα καυσώδη· τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια ὑδατώδη.

Περὶ τῆς ἐπὶ μέρους τῶν καταστημάτων ἐπισκέψεως Τούτων δὲ οὕτως προεκτεθειμένων αἱ κατὰ μέρος ἔφοδοι τῶν ἐπισημασιῶν περιέχουσι τὸν τρόπον τοῦτον. μία μὲν γάρ ἐστιν ἡ ὁλοσχερέστερον πρὸς τὰ τεταρτημόρια νοουμένη, καθʼ ἣν τηρεῖν, ὡς ἔφαμεν, δεήσει τὰς γινομένας ἔγγιστα πρὸ τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων συνόδους ἢ καὶ πανσελήνους, καὶ κατὰ τὴν μοῖραν ἤτοι συνοδικὴν ἢ πανσεληνιακὴν τὴν ἐν ἑκάστῳ τῶν ἐπιζητουμένων κλιμάτων τὰ κέντρα ὡς ἐπὶ γενέσεως διατιθέναι· ἔπειτα τοὺς οἰκοδεσπότας λαμβάνειν τοῦ τε συνοδικοῦ ἢ πανσεληνιακοῦ τόπου καὶ τοῦ ἑπομένου αὐτῷ κέντρου κατὰ τὸν ὑποδεδειγμένον ἡμῖν τρόπον ἐν τοῖς ἔμπροσθεν περὶ τῶν ἐκλείψεων, καὶ οὕτως τὸ μὲν καθʼ ὅλου θεωρεῖν ἐκ τῆς τῶν τεταρτημορίων

ἰδιότητος, τὸ δὲ μᾶλλον ἢ ἧττον ἐπιτάσεων καὶ ἀνέσεων ἐκ τῆς τῶν οἰκοδεσποτησάντων φύσεως διαλαμβάνοντας ποίας τε ποιότητός εἰσι καὶ ποίων καταστημάτων κινητικοί. Δευτέρα δʼ ἐστὶν ἔφοδος ἡ μηνιαία, καθʼ ἣν δεήσει τὰς καθʼ ἕκαστον δωδεκατημόριον προσγινομένας συνόδους ἢ πανσελήνους κατὰ τὸν αὐτὸν τρόπον ἐπισκοπεῖν, ἐκεῖνο μόνον τηροῦντας, ἵνα συνόδου μὲν ἐμπεσούσης τῆς ἔγγιστα τοῦ παρῳχημένου τροπικοῦ ἢ ἰσημερινοῦ σημείου καὶ ταῖς μέχρι τοῦ ἐφεξῆς τεταρτημορίου συνόδοις χρησώμεθα, πανσελήνου δὲ πανσελήνοις· ἐπισκοπεῖν δὲ ὁμοίως τὰ κέντρα καὶ τοὺς οἰκοδεσπότας ἀμφοτέρων τῶν τόπων καὶ μάλιστα τὰς ἔγγιστα φάσεις συναφάς τε καὶ ἀπορροίας τῶν πλανωμένων ἀστέρων, τάς τε ἰδιότητας αὐτῶν καὶ τῶν τόπων, καὶ ποίων ἀνέμων εἰσὶ κινητικοὶ αὐτοί τε καὶ τὰ μέρη τῶν ζῳδίων καθʼ ὧν ἂν τύχωσιν· ἔτι δὲ καὶ ᾧ τὸ πλάτος τῆς σελήνης ἀνέμῳ προσνένευκε κατὰ τὴν λόξωσιν τοῦ διὰ μέσων, ὅπως ἐξ ἁπάντων τούτων κατὰ τὴν ἐπικράτησιν τὰ ὡς ἐπὶ πᾶν τῶν μηνῶν καταστήματα καὶ πνεύματα προγινώσκωμεν. Τρίτη δʼ ἐστὶ τὸ τὰς ἔτι λεπτομερεστέρας ἐπισημασίας
ἀνέσεων καὶ ἐπιτάσεων παρατηρεῖν. θεωρεῖται δὲ καὶ τοῦτο διά τε τῶν κατὰ μέρος τοῦ ἡλίου καὶ τῆς σελήνης συσχηματισμῶν, οὐ μόνον τῶν συνοδικῶν ἢ πανσεληνιακῶν ἀλλὰ καὶ τῶν κατὰ τὰς διχοτόμους, καταρχομένης ὡς ἐπὶ πᾶν τῆς κατὰ τὴν ἐπισημασίαν ἐναλλοιώσεως πρὸ τριῶν ἡμερῶν, ἐνίοτε δὲ καὶ μετὰ τρεῖς τῆς ἰσοστάθμου πρὸς τὸν ἥλιον ἐπιπορεύσεως, καὶ διὰ τοῦ καθ̓ ἑκάστην τῶν τοιούτων στάσεων ἢ καὶ τῶν ἄλλων, οἷον τριγώνων καὶ ἑξαγώνων, καὶ πρὸς τοὺς πλάνητας συσχηματισμοῦ. τούτων γὰρ ἀκολούθως τῇ φύσει καὶ ἡ τῆς ἐναλλοιώσεως ἰδιοτροπία καταλαμβάνεται συμφώνως ταῖς τε τῶν ἐπιθεωρούντων ἀστέρων καὶ ταῖς τῶν ζῳδίων πρός τε τὸ περιέχον καὶ τοὺς ἀνέμους φυσικαῖς συνοικειώσεσιν. Αὐτῶν δὲ τούτων τῶν κατὰ μέρος ποιοτήτων αἱ καθʼ ἡμέραν ἐπιτάσεις ἀποτελοῦνται, μάλιστα μὲν ὅταν τῶν ἀπλανῶν οἱ λαμπρότεροι καὶ δραστικώτεροι φάσεις ἑῴας ἢ ἑσπερίας ἀνατολικὰς ἢ δυτικὰς ποιῶνται πρὸς τὸν ἥλιον· τρέπουσι γὰρ ὡς ἐπὶ πολὺ τὰς κατὰ μέρος καταστάσεις πρὸς τὰς ἑαυτῶν φύσεις, οὐδὲν δὲ ἔλαττον καὶ ὅταν τινὶ τῶν κέντρων τὰ φῶτα ἐπιπορεύηται. Πρὸς γὰρ τὰς τοιαύτας αὐτῶν σχέσεις αἱ καθ̓ ὥραν ἀνέσεις καὶ ἐπιτάσεις τῶν καταστημάτων μεταβάλλουσι, καθάπερ πρὸς τὰς τῆς σελήνης αἵ τε
ἀμπώτεις καὶ αἱ παλίρροιαι, καὶ αἱ τῶν πνευμάτων δὲ τροπαὶ μάλιστα περὶ τὰς τοιαύτας τῶν φωτῶν κεντρώσεις ἀποτελοῦνται πρὸς οὓς ἂν τῶν ἀνέμων ἐπὶ τὰ αὐτὰ τὸ πλάτος τῆς σελήνης τὰς προσνεύσεις ποιούμενον καταλαμβάνηται. πανταχοῦ μέντοι προσήκει διαλαμβάνειν ὡς προηγουμένης μὲν τῆς καθʼ ὅλου καὶ πρώτης ὑποκειμένης αἰτίας, ἑπομένης δὲ τῆς τῶν κατὰ μέρος ἐπισυμβαινόντων, βεβαιουμένης δὲ μάλιστα καὶ ἰσχυροποιουμένης τῆς ἐνεργείας, ὅταν οἱ τῶν καθʼ ὅλου φύσεων οἰκοδεσποτήσαντες ἀστέρες καὶ ταῖς ἐπὶ μέρους τύχωσι συσχηματιζόμενοι.