Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

καθάπερ ἂν εἰ τῶν φύσεων καὶ τῶν ποιοτήτων αὐτῶν καὶ μὴ τῶν ἀστέρων ἐτύγχανον αἱ προσηγορίαι, καὶ ὅτι ἐν ταῖς συγκράσεσι πάλιν οὐ μόνον τὴν πρὸς ἀλλήλους τῶν πλανωμένων μίξιν δεῖ σκοπεῖν, ἀλλὰ καὶ τὴν πρὸς τοὺς τῆς αὐτῆς φύσεως κεκοινωνηκότας ἤτοι ἀπλανεῖς ἀστέρας ἢ τόπους τοῦ ζῳ- [*](21 cf. Boll, Abh. 90) [*](1 ποταπὸς V βγ ποδαπὸν α 2 τε om. VY 5 τε om. βγ καὶ Vα καὶ πρὸς βγ 6 διατάκται καὶ VD διατακτικοῖ α διατέτακται καὶ MS 7 εἰσι om. V 9 ἔτι τῆς αβγ εἴ τις V 10 ἀδρανίας αγ ἀδραωείας β ἀνδρανείας V 12 ἀρξώμεθα α ἕνα Y Heph. ἓν Σ om. βγ 18 ποιητικῆς βγ φυσικῆς α 14 προεκτιθέμενοι β ὅτι β om. Σγ 15 ὅταν β ὡς ὅταν Σγ om. Y ὅταν—21 προσηγορίαι om. consulto Heph. 16 σύγκρασιν 17 αὐτὸν 18 τῶν om. V 19 θεωρητέον V τῶν] περὶ τῶν β 21 κράσεσι α 24 ἤτοι Va εἴτε βγ)

86
διακοῦ κατὰ τὰς ἀποδεδειγμένας αὐτῶν πρὸς τοὺς πλα- νήτας συνοικειώσεις.

ὁ μὲν οὖν τοῦ Κρόνου ἀστὴρ μόνος τὴν οἰκοδεσποτείαν λαβὼν καθόλου μὲν φθορᾶς τῆς κατὰ ψῦξίν ἐστιν ἰδίως ἰδίως δέ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ συμπτώματος νόσους μακρὰς καὶ φθίσεις καὶ συντήξεις καὶ ὑγρῶν ὀχλήσεις καὶ ῥευματισμοὺς καὶ τεταρταϊκὰς ἐπισημασίας φυγαδείας τε καὶ ἀπορίας καὶ συνοχὰς καὶ πένθη καὶ φόβους καὶ θανάτους μάλιστα τῶν τῇ ἡλικίᾳ προβεβηκότων ἐμποιεῖ·

τῶν δὲ ἀλόγων ζῴων περὶ τὰ εὔχρηστα ὡς ἐπίπαν σπάνιν τε καὶ τῶν ὄντων φθορὰς [*](c 22 m 84) σωματικὰς καὶ νοσοποιούς, ἀφ’ ὧν καὶ οἱ χρησάμενοι τῶν ἀνθρώπων συνδιατιθέμενοι διαφθείρονται· περὶ δὲ τὴν τοῦ ἀέρος κατάστασιν ψύχη φοβερὰ παγώδη καὶ ὁμιχλώδη καὶ λοιμικὰ δυσαερίας τε καὶ συννεφείας καὶ ζόφους, ἔτι δὲ νιφετῶν πλῆθος οὐκ ἀγαθῶν ἀλλὰ φθοροποιῶν, ἀφ’ ὧν τὰ κακοῦντα τὴν ἀνθρωπίνην φύσιν τῶν ἑρπετῶν συγκρίνεται· περὶ δὲ ποταμοὺς ἢ·

καὶ θαλάσσας κοινῶς μὲν χειμῶνας καὶ στόλων ναυάγια καὶ δυσπλοίας καὶ τῶν ἰχθύων ἔνδειαν καὶ φθοράν, ἰδίως δὲ ἐν μὲν θαλάσσαις ἀμπώτεις καὶ παλιρροίας, ἐπὶ δὲ ποταμῶν ὑπερμετρίαν καὶ κάκωσιν τῶν ποταμίων ὑδάτων·