Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

περὶ πόστον δὲ μέρος τοῦ ὑποκειμένου γένους ἡ διά· [*](m 83) θεσις ἐπελεύσεται, τό τε τῆς ἐπισκοτήσεως τῶν ἐκλείψεων μέγεθος ὑποβάλλει καὶ αἱ τῶν τὸ αἴτιον ἐμποιούντων ἀστέρων πρὸς τὸν ἐκλειπτικὸν τόπον σχέσεις· ἑσπέριοι μὲν γὰρ σχηματιζόμενοι πρὸς τὰς ἡλιακὰς ἐκλείψεις, ἑῷοι [*](c 21 v) δὲ πρὸς τὰς σεληνιακὰς ἐπὶ τὸ ἔλαττον ὡς ἐπίπαν διατιθέασι, διαμετροῦντες δὲ ἐπὶ τὸ ἥμισυ, ἑῷοι δὲ συσχηματιζόμενοι πρὸς τὰς ἡλιακὰς ἢ ἑσπέριοι πρὸς τὰς σεληνιακὰς ἐπὶ τὸ πλεῖον.

Τέταρτον δέ ἐστι κεφάλαιον τὸ περὶ αὐτῆς τῆς τοῦ ἀποτελέσματος ποιότητος, τουτέστι πότερον ἀγαθῶν ἢ [*](21 Heph. I 20, p. 78, 29) [*](1 ἐθισμῶν βγ ἐθισμένων V ἐθίμων α 8 βασιλεῖς V βασιλέας αβγ 18 πόστον Σβγ πόσὼν (!)V μέσον Υ 18 ἐπελ. αβγ ἐλεύσεται V 15 σχέσεις Σ σχέσις Υβγ 16 μὲν om.V ἐκλείψεις om. α 18 ἐπὶ τὸ ἡμ. α περὶ τὸ ἡμ. βγ πρὸς τῷ ἡμίσει V συσχημ. VYp σχημ. Σγ 20 ἐπί Vαγ ὡς ἐπὶ β πλεῖ ν Va πλεῖστον βγ 21 ποιλότ αὐτοῦ τοῦ ἀπ. Σ Heph. iam capituli titulum legisse videtur 28 δὲ om. α 24 ἔσται γ)

85
τῶν ἐναντίων ἐστὶ ποιητικὸν καὶ ποταπὸν ἐφ’ ἑκατέρου κατὰ τὸ τοῦ εἴδους ἰδιότροπον. τοῦτο δὲ ἀπό τε τῆς τῶν οἰκοδεσποτησάντων ἀστέρων τοὺς κυρίους τόπους ποιητικῆς φύσεως καταλαμβάνεται καὶ τῆς συγκράσεως τῆς τε πρὸς ἀλλήλους καὶ τοὺς τόπους, καθ’ ὧν ἂν ὦσι τετυχηκότες.

ὁ μὲν γὰρ ἥλιος καὶ ἡ σελήνη διατάκται καὶ ὥσπερ ἡγεμόνες εἰσὶ τῶν ἄλλων, αὐτοὶ αἴτιοι γινόμενοι τοῦ τε κατὰ τὴν ἐνέργειαν ὅλου καὶ τῆς τῶν ἀστέρων οἰκοδεσποτείας καὶ ἔτι τῆς τῶν οἰκοδεσποτησάντων ἰσχύος ἢ ἀδρανίας. ἡ δὲ τῶν τὴν κυρείαν λαβόντων συγκρατικὴ θεωρία τὴν τῶν ἀποτελεσμάτων [*](m 83) δείκνυσι ποιότητα.

ἀρξόμεθα δὲ τῆς καθ’ ἕνα ἕκαστον τῶν πλανωμένων ποιητικῆς ἱδιοτροπίας, ἐκεῖνο κοινῶς προεκθέμενοι, ὅτι τῆς κεφαλαιώδους ὑπομνήσεως ἕνεκεν, ὅταν καθόλου τινὰ λέγωμεν τῶν πέντε ἀστέρων, τὴν κρᾶσιν καὶ τὸ ποιητικὸν τῆς ὁμοίας φύσεως ὑποληπτέον, ἐάν τε αὐτὸς ἐν τῇ ἰδίᾳ ᾖ καταστάσει ἐάν τε καὶ τῶν ἀπλανῶν τις ἢ τῶν τοῦ ζῳδιακοῦ τόπων κατὰ τὴν οἰκείαν αὐτοῦ κρᾶσιν θεωρῆται,