Tetrabiblos
Claudius Ptolemaeus
Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.
πρὸς δὲ, τοὺς τῆς γῆς καρποὺς ἔνδειαν καὶ σπάνιν καὶ ἀπώλειαν μάλιστα τῶν εἰς τὰς ἀναγκαίας χρείας γινομένων ἤτοι ὑπὸ κάμπης ἀκρίδος ἢ κατακλυσμῶν [*](1 scil. Tetrab. I 9. cf. Röhr. Beitr. zur antiken Philol. 83,1928, 28089. 6 CCAG II 161, 22 18 ibid. 161, 29) [*](8 οὖν βγ om. Y del. Σ 4 λαβὼν βγ Heph. λαχὼν α 6 συντήξεις VaDy συνεχεῖς MS 8 ἀπορίας αSγ ἀρπορίας V ἀπορροίας DM 9 φόβους V βγ Procl. φόνους α φόβους 2 i. mg.) 10 ἐμποιεῖ τε V 18 συν- om. V (parva lac.) 15 καὶ λοιμικὰ Va om. βγ 20 δυσπλοίαν α φθορὰς α 21 ἐν V βγ ταῖς α 88 ποταμῶν—κάκωσιν om. V ποταμῶν α τῶν ποτ. βγ 83 τοὺς] τοῦ V σπανίαν V)
ὁ δὲ τοῦ Διὸς μόνος τὴν κυρείαν λαβὼν καθόλου μὲν αὐξήσεώς ἐστι ποιητικός, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ ἀποτελέσματος δόξας ἀποτελεῖ καὶ εὐετηρίας καὶ εὐθηνίας καὶ καταστάσεις εἰρηνικὰς καὶ τῶν [*](m 85) εὖ ἐπιτηδείων αὐξήσεις εὐεξίας τε σωματικὰς καὶ ψυχικάς, ἔτι δὲ εὐεργεσίας καὶ δωρεὰς ἀπὸ τῶν βασιλευόντων αὐτῶν τε ἐκείνων αὐξήσεις καὶ μεγαλειότητας καὶ μεγαλοψυχίας καθόλου τε εὐδαιμονίας ἐστὶν αἴτιος.
περὶ δὲ τὰ ἄλογα ζῷα τῶν μὲν εἰς χρῆσιν ἀνθρωπίνην δαψίλειαν καὶ πολυπλήθειαν ἐμποιεῖ, τῶν δὲ εἰς τὸ ἐναντίον φθορὰν τε καὶ ἀπώλειαν, εὔκρατον δὲ τῶν ἀέρων κατὰστασιν καὶ ὑγιεινὴν καὶ πνευματώδη καὶ ὑγρὰν καὶ θρεπτικὴν τῶν ἐπιγείων ἀπεργάζεται στόλων τε εὐπλοίας καὶ ποταμῶν συμμέτρους ἀναβάσεις καὶ τῶν καρπῶν δαψίλειαν καὶ ὅσα τούτοις παραπλήσια.
ὁ δὲ τοῦ Ἄρεως μόνος τὴν οἰκοδεσποτείαν λαβὼν καθόλου μὲν τῆς κατὰ ξηρασίαν φθορᾶς ἐστιν αἴτιος, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ συμπτώματος πολέμους ἐμποιεῖ καὶ στάσεις ἐμφυλίους καὶ αἰχμαλωσίας καὶ ἀνδραποδισμοὺς καὶ ὄχλων ἐπαναστάσεις καὶ χόλους ἡγεμόνων, τοὺς δὲ διὰ τῶν τοιούτων θανάτους αἰφνιδίους, ἔτι δὲ νόσους πυρεκτικάς καὶ τριταϊκὰς ἐπισημασίας καὶ αἱμάτων ἀναγωγὰς καὶ ὀξείας βιοθανασίας μάλιστα τῶν ἀκμαίων, ὁμοίως δὲ βίας τε καὶ ὕβρεις καὶ παρανομίας ἐμπρήσεις τε καὶ ἀνδροφονίας καὶ ἁρπαγὰς καὶ λῃστείας.