Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

καὶ τούτων ἐν μὲν τοῖς θαλασσίοις οἷον Καρκίνω Αἰγοκέρωτι Δελφῖνι περὶ τὰ θαλάσσια καὶ ἔτι τὰς τῶν στόλων ἀναγωγάς,

ἐν δὲ τοῖς ποταμίοις οἷον ῾ Υδροχόῳ καὶ Ἰχθύσι περὶ τὰ ποτάμια καὶ τὰ πηγαῖα, κατὰ δὲ τὴν Ἀργὼ περὶ ἀμφότερα τὰ γένη.

ὡσαύτως δὲ ἐν τοῖς τροπικοῖς ἢ ἰσημερινοῖς ὄντες κοινῶς μὲν περὶ τὰ τοῦ ἀέρος καταστήματα καὶ τὰς οἰκείας ἑκάστοις αὐτῶν ὥρας ἀποτελοῦσι τὰς ἐπισημασίας, [*](m 81) ἰδίως δὲ καὶ περὶ τὰ ἐκ τῆς γῆς φυόμενα· κατὰ μὲν γὰρ τὴν ἐαρινὴν ἰσημερίαν ὄντες περὶ τοὺς βλαστοὺς τῶν δενδρικῶν καρπῶν οἷον ἀμπέλου, συκῆς καὶ τῶν συνακμαζόντων, κατὰ δὲ τὴν θερινὴν τροπὴν περὶ τὰς τῶν καρποφορηθέντων συγκομιδὰς καὶ ἀποθέσεις, ἐν Αἰγύπτῳ δὲ ἰδικῶς καὶ περὶ τὴν τοῦ Νείλου ἀνάβασιν·

κατὰ δὲ τὴν μετοπωρινὴν ἰσημερίαν περὶ τὸν σπόρον καὶ τά χορτικὰ καὶ τὰ τοιαῦτα· κατὰ δὲ τὴν χειμερινὴν τροπὴν περὶ τὰς λαχανείας καὶ τὰ κατὰ τοῦτον τὸν καιρὸν ἐπιπολάζοντα ὀρνέων ἢ ἰχθύων γένη. ἔτι δὲ καὶ τὰ μὲν ἰσημερινὰ τοῖς ἱεροῖς καὶ ταῖς περὶ τοὺς θεοὺς θρησκείαις ἐπισημαίνει, τὰ δὲ τροπικὰ ταῖς τῶν ἀέρων καὶ [*](1 μὲν (priue) A om V αβC ταῖς ἄρκτοις V τοῖς ἄρκτοις α πρὸς τὰς ἄρκτους β ἄρκτους γ 3 ῥύσεις] χύσεις V 5 οἷον om. V ὄρνιθος Σ Ἀετ.—6 τοιούτοις βγ τοῖς ὀρνέοις α 7 νηκτοῖς Σβγ νυκτοῖς VY 9 Αἰγοκέρωτος V Δελφῖνι βγ δελφίνῳ Y δελφῖνα Σ 16 post δὲ δαί: περὶ τὸ ἔαρ περὶ α Procl. 19 ἀκμαζόντων α 20 καρποφ. Vα Procl. ἐτησίων καρπῶν βγ τὰς ἀποθκέσεις βγ 81 ἰδικῶς Va ἰδίως βγ 26 ἱεροῖς Va Procl. ἱεροῦσι βγ θεοὺς] λοιποὺς θεοὺς Σ)

84
ταῖς τῶν πολιτικῶν ἐθισμῶν μεταβολαῖς, τὰ δὲ στερεὰ τοῖς θεμελίοις καὶ τοῖς οἰκοδομήμασι, τὰ δὲ δίσωμα τοῖς ἀνθρώποις καὶ τοῖς βασιλεῦσιν.

ὁμοίως δὲ καὶ τὰ μὲν πρὸς ταῖς ἀνατολαῖς μᾶλλον ἔχοντα τὴν θέσιν έν τῷ χρόνῳ τῆς ἐκλείψεως περὶ τοὺς καρποὺς καὶ τὴν νέαν ἡλικίαν καὶ τοὺς θεμελίους τὸ ἐσόμενον σημαίνει, τὰ δὲ πρὸς τῷ ὑπὲρ γῆν μεσουρανήματι περὶ τὰ ἱερὰ καὶ τοὺς βασιλεῖς καὶ τὴν μέσην ἡλικίαν τὰ δὲ πρὸς ταῖς δυσμαῖς περὶ τὰς τῶν νομίμων μετατροπὰς καὶ τὴν παλαιὰν ἡλικίαν καὶ τοὺς κατοιχομένους.