Tetrabiblos
Claudius Ptolemaeus
Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.
τεσσάρων δὴ τριγωνικῶν σχημάτων ἐν· τῷ ξῳδιακῷ θεωρουμένων δέδεικται διὰ τῶν ἔμπροσθεν ἡμῖν, ὅτι τὸ [*](m 59 c 16) μὲν κατὰ τὸν Κριὸν καὶ τὸν Λέοντα καὶ τὸν Τοξότην βορρολιβικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται μὲν προηγουμένως ὑπὸ τοῦ τοῦ Διὸς διὰ τὸ βόρειον, συνοικοδεσποτεῖται δὲ καὶ ὑπὸ τοῦ τοῦ Ἄρεως διὰ τὸ λιβικόν·
τὸ δὲ κατὰ τὸν Ταῦρον καὶ τὴν Παρθένον καὶ τὸν Αἰγόκερων νοταπηλιωτικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται μὲν πάλιν προηγουμένως ὑπὸ τοῦ τῆς Ἀφροδίτης διὰ τὸ νότιον, συνοικοδεσποτεῖται δὲ καὶ ὑπὸ τοῦ Κρόνου διὰ τὸ ἀπηλιωτικόν· τὸ δὲ κατὰ τοὺς Διδύμους καὶ τὰς Χηλὰς καὶ τὸν ‘γδροχόον βορραπηλιωτικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται μὲν προηγουμένως ὑπὸ τοῦ Κρόνου διὰ τὸ ἀπη λιωτικόν,
συνοικοδεσποτεῖται δὲ καὶ ὑπὸ τοῦ Διὸς διὰ τὸ βόρειον· τὸ δὲ κατὰ τὸν Καρκίνον καὶ τὸν Σκορπίον καὶ τοὺς Ἰχθύας νοτολιβικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται μὲν πάλιν προηγουμένως ὑπὸ τοῦ τοῦ Ἄρεως διὰ τὸ λιβικόν, συνοικοδεσποτεῖται δὲ καὶ ὑπὸ τοῦ τῆς Ἀφροδίτης διὰ τὸ νότιον.
τούτων δὴ οὕτως ἐχόντων, διαιρουμένης δὲ τῆς καθ’ ἡμᾶς οἰκουμένης εἰς τέσσαρα τεταρτημόρια τοῖς τριγώνοις ἰσάριθμα κατὰ μὲν πλάτος ὑπό τε τῆς καθ’ ἡμᾶς θαλάσσης ἀπὸ τοῦ ‘Ηρακλείου πορθμοῦ μέχρι τοῦ Ἰσσικοῦ κόλπου καὶ τῆς ἐφεξῆς πρὸς ἀνατολὰς ὀρεινῆς ῥάχεως,
ὑφ’ ὧν χωρίζεται τό τε νότιον καὶ τὸ βόρειον [*](2 cf. Tetrab. I 19 6 Co 58,18 ὁ γὰρ δεσποτεύων ἣλιος οὐ κυριεύει ἀνέμου τινός 17 cf. supra I 19 Ἑρμοῦ) et B-L 204) [*]( τριγωνικῶν V (in ras.) Dy τριγώνων aMS 2 δεδ. Υ Μ S ὡς δεδ. VEDy ἡμῖν om. V 888. articulum ante signornm εἰ stellarum nomina. modo omittunt modo ponunt codd., quae singula. notare taedet (Boll) 7 Ταῦρον] Ζυγὸν V (Τοῦρον V2) 10 καὶ MSy om. VαD 11 τὰς Χηλὰς] τὰ (ex τοῦ) Κριοῦ V 14 καὶ VDy om. aMS 17 μὲν πάλιν προηγ. βγ προηγ. μὲν (om πάλιν) α 18 καὶ] γ om. Vαβ 21 εἰς] εἰς τὰ V 25 ὑφ’ χωρίζεται om. V νότ. κ. τ. βόρ. VYDS βόρ. κ. τ. νότ. ΣΜγ)
τούτῳ δὲ ἀντικείμενον καὶ πρὸς νοταπηλιώτην τὸ κατὰ τὴν ‘Εῲαν Αἰθιοπίαν, ὃ δὴ τῆς Μεγάλης Ἀσίας νότιον ἂν μέρος καλοῖτο· καὶ πάλιν τὸ μὲν πρὸς βορραπηλιώτην τῆς ὅλης οἰκουμένης τὸ κατὰ τὴν Σκυθίαν, ὃ δὴ καὶ αὐτὸ βόρειον μέρος τῆς Μεγάλης Ἀσίας γίνεται· τὸ δὲ ἀντικείμενον· τούτῳ καὶ πρὸς λιβόνοτον ἄνεμον, τὸ κατὰ τὴν Ἑσπερίαν Αἰθιοπίαν, ὃ δὴ κοινῶς Λιβύην καλοῦμεν.