Tetrabiblos
Claudius Ptolemaeus
Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.
πάλιν δὲ καὶ ἑκάστου τῶν προκειμένων τεταρτημορίων τὰ πρὸς τῷ μέσῳ μᾶλλον ἐσχηματισμένοι τῆς ὅλης οἰκουμένης τὴν ἐναντίαν λαμβάνει θέσιν πρὸς αὐτὸ τὸ περιέχον τεταρτημόριον ἥνπερ ἐκεῖνο πρὸς ὅλην τὴν οἰκουμένην·
τοῦ γὰρ κατὰ τὴν Εὐρώπην πρὸς βορρόλιβα κειμένου τῆς ὅλης οἰκουμένης τὰ περὶ τὸ μέσον αὐτοῦ καὶ ἀντιγώνια πρὸς νοταπηλιώτην αὐτοῦ τοῦ τεταρτημορίου τὴν θέσιν ἔχοντα φαίνεται καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὡς ἐκ τούτων ἕκαστον τῶν τεταρτημορίων δυσὶ καὶ τοῖς ἀντικειμένοις τριγώνοις συνοικειοῦσθαι,
τῶν μὲν ἄλλων μερῶν πρὸς τὴν [*](m 61) καθόλου πρόσνευσιν ἐφαρμοζομένων, τῶν δὲ περὶ τὸ [*](c 16 v) μέσον πρὸς τὴν κατ’ αὐτὸ τὸ μέρος ἀντικειμένην, συμπαραλαμβανομένων πρὸς τὴν οἰκειωσιν καὶ τῶν ἐν τοῖς [*](5 ἕν μὲν τὸ γ ἐν μὲν τῷ α (Y τῇ) β βορρολίβα Vy βορὰ λλήβα Y βορρὰν καὶ λίβα Σ βορρολιβικῷ β 10 ὅλης—κατὰ om. V (spat. rel.) τὸ] μέρος τὸ γ 15 τεταρτημορίου V τὰ μὲν V τὸ μέσον α 17 θέσιν βγ φύσιν α 18 ἤνπερ Υ βγ ὥσπερ V ἥπερ Σ γὰρ V βγ τε α 19 βορρολιβικὰ β 21 τεταρημ. τεσσάρων μοιρῶν V 22 ὡς om. V 23 τεταρτ.] τεσσάρων μοιρῶν 24 συνοικειοῦται V 85 πρόσνευσιν om βγ 26 κατ’ αὐτὸ τὸ Vα κατὰ βγ μέρος Σβγ μερικὸν VY)
ἐκ δὴ τῆς τοιαύτης διατάξεως τὰ μὲν ἄλλα μέρη τοῦ πρώτου τῶν τεταρτημορίων, λέγω δὲ τοῦ κατὰ τὴν Eὐρώπην, τὰ πρὸς βορρόλιβα κείμενα τῆς ὅλης οἰκουμένης συνοικειοῦται μὲν τῷ βορρολινικῷ τριγώνῳ τῷ κατὰ Κριὸν καὶ Λέοντα καὶ Τοξότην, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπὸ τῶν κυρίων τοῦ τριγώνου Διὸς καὶ Ἄρεως ἑσπερίων.
ἔστι δὲ ταῦτα καθ’ ὅλα ἔθνη λαμβανόμενα Βρεττανία Γαλατία Γερμανία Βασταρνία Ἰταλία Γαλλία Ἀπουλία Σικελία Τυρρηνία Κελτικὴ Σπανία. εἰκότως δὲ τοῖς προκειμένοις ἔθνεσιν ὡς ἐπίπαν συνέπεσε, διά τε τὸ ἀρχικὸν τοῦ τριγώνου καὶ τοὺς συνοικοδεσποτήσαντας ἀστέρας ἀνυποτάκτοις τε εἶναι καὶ φιλελευθέροις καὶ φιλόπλοις καὶ φιλοπόνοις καὶ πολεμικωτάτοις καὶ ἡγεμονικοῖς καὶ καθαρίοις καὶ μεγαλοψύχοις.
διὰ μέντοι τὸν ἑσπέριον συσχηματισμὸν Διὸς καὶ Ἄρεως καὶ ἔτι διὰ τὸ τοῦ προκειμένου τριγώνου τὰ μὲν ἐμπρόσθαι ἠρρενῶσθαι, τὰ δὲ ὀπίσθια τεθηλῦσθαι πρὸς [*](m 62) μὲν τὰς γυναῖκας ἀζήλοις αὐτοῖς εἶναι συνέπεσε καὶ [*](14 Σπανία cf. Diod. V 37, 2) [*](2 οἰκειώσεων μόνον γ 3 κακεῖνον ἔτι] ἔστιν 4 αὐτὸν γ αὐτῶν V om. Y 6 ἐκ δὴ τῆς τοιαύτης διατάξεως VY (-τάξεων) βγ C0 (Le) έν τῇ τοιαύτῃ διατάξει Σ 8 ὅλης om. α 9 μὲν om. V τὸ βορρολιβικὸν τρίγωνον τῷ om.V 10 εἰκότως om. γ οἰκότως (!) V 13 Βασταρνία—Γαλλία om. V Procl. 14 Σπανία β Procl. ἰσπανία Σ ἱσπανία γ 15 συνέπεσε βγ συνέπεται α 10 συνοικοδεσποτήσαντας αβ συνοικοδεσποτοῦντας γ οἰκοδεσποτοῦντας V 17 ἀνυποτάκτους α (et sic deinceps) 19 καθαρίοις V Procl. καθαρίοις τε βγ καὶ καθαροὺς α 20 τὸν τὸ α βγ συσχηματισμὸν V τοῦ κατὰ τὸν (τὸν om. D) σχηματισμὸν αβ κατὰ τὸν συσχηματισμὸν γ τε V 23 μὲν] τε V συνέπεσε V συνέπεται Σ)