Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

καὶ ἡ τοῦ χρόνου παραλλαγὴ τῆς ἀφελείας ἐστί· τὸ γὰρ παρεληλυθὸς εἰς τὸν ἐνεστῶτα ὁρίζονται, οἷον Κῦρον δὲ μεταπέμπεται ἀπὸ τῆς ἀρχῆς ἀντὶ τοῦ μετεπέμψατο· ὁ χρόνος γὰρ μεταβληθεὶς τὴν

ἀφέλειαν ἐποιήσατο. δεῖ γάρ ποθʼ ἡμᾶς ὑποθεῖναι τὰ γεγονότα ὡς γινόμενα, οἷον καλεῖ αὐτὸν εἰς τὴν οἰκίαν καὶ διαλέγεται αὐτῷ, ὡς νῦν γινόμενον τὸ πάλαι γεγονός, καὶ ἔστι καινοπρέπεια ἐν τῷ τοιούτῳ.

ἐὰν δὲ κατὰ συγκριτικὰ ἀφαιρῇς τοῦ μεγέθους, ἐπιμέλεια μᾶλλον γίνεται, ὡς ἐν τῷ Ἀγησιλάῳ ὁ δὲ τῶν Περσῶν βασιλεὺς νομίσας ἁπάντων τούτων Τισσαφέρνην αἴτιον εἶναι, τοῦ κακῶς φέρεσθαι τὰ αὑτοῦ, Τιθραύστην καταπέμψας, ἀποκόπτει αὐτοῦ τὴν κεφαλήν· καὶ τοῦτο μὲν τῆς ἀφελείας τὸ ἀποκόπτει αὐτοῦ τὴν κεφαλήν, τὸ δὲ νομίσας διάθεσίν τινα ἔχει τῶν ὑποκειμένων πραγμάτων· οὐ γὰρ εἶπεν, ἐπειδὴ κακῶς μὲν ἔσχον τὰ τῶν βαρβάρων πράγματα, τοσοῦτος δὲ ὁ θόρυβος καὶ ταραχή, μάχας δὲ τοσαύτας ἥττηντο, τὸ τελευταῖον κατακλεισθέντες ἐπολιορκοῦντο, οὐδὲν τοιοῦτο, αὐτὸ δὲ μόνον ἐξήνεγκε νομίσας, καὶ οὐχὶ ἅμα μὲν παροξυνθεὶς τοῖς συμβεβηκόσιν, ἅμα δὲ ἡγούμενος, ἀλλὰ νομίσας. καὶ ἡ σύγκρισις μετὰ δὲ τοῦτο τὰ μὲν τῶν βαρβάρων ἀθυμότερα ἐγένετο· καὶ οὐκ εἶπεν, ἐν ἀθυμίᾳ δεινῇ, ἀλλʼ ἀθυμότερα. καὶ τὸ μερικῶς δὲ εἰπεῖν τὰ τῶν βαρβάρων, καὶ οὐχ οἱ βάρβαροι καὶ τοῦτο τῆς ἀφελείας, οἷον ὅστις ἄρχων μὲν παμπόλλων ἐν τῇ ἠπείρῳ πόλεων, ἄρχων δὲ καὶ νήσων.