Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
ἔτι τῶν ὀνομάτων τὰ μὲν σφόδρα σημαίνεται, τὰ δὲ ἧττον, οἷον τὰ μὲν σφόδρα, διεξῆλθεν, ἐξήλασεν· τὰ δὲ ἧττον, ἐπορεύθη, ὡς καὶ ἐπὶ τοῦ Ἀγησιλάου, τῇ δὲ ὑστεραίᾳ ὑπερβάλλων τὰ Ἀχαϊκὰ τῆς Φθίας ὄρη καὶ τὴν λοιπὴν πᾶσαν διὰ φιλίας ἐπορεύθη ἐς τὰ τῶν Βοιωτῶν ὅρια. ἔχει δὲ καὶ ἡ καινοπρέπεια τὴν ἀφέλειαν· τὸ γὰρ τοῦ προσώπου
πρᾶγμα ἐπὶ τὸν τόπον μετέθηκεν· ἀντὶ γὰρ τοῦ εἰπεῖν διὰ τῆς τῶν φίλων λέγει διὰ φιλίας, καὶ ἀντὶ τοῦ διὰ τῆς τῶν συμμάχων διὰ τῆς συμμαχίδος. χρῶνται δὲ οἱ ἀφελεῖς καὶ τῷ ἐνταῦθα ποικίλως· καὶ γὰρ τόπου καὶ χρόνου σημαντικόν ἐστι, τὸ δὲ ἐνταῦθα καταλαμβάνει τοῦ τόπου, ἡ δὲ διάστασις ἀφελής· τὸ γὰρ νόημα ἀπέστησεν ἀπὸ τῶν προηγουμένων. καὶ ποτὲ μὲν τελείῳ δεικτικῷ χρῆται ἐνταῦθα δή, ποτὲ δʼ ἐλλιπεῖ ἔνθα δή.περὶ δὲ τῆς τροπῆς τῆς παρὰ τοῖς συγγραφικοῖς τῶν ἀνδρῶν τοσοῦτον δεῖ εἰδέναι, ὅτι οὐκ ἀπὸ μεγάλων δεῖ οὐδὲ σεμνῶν τὰς τροπὰς λαμβάνεσθαι, ἀλλὰ μᾶλλον ἀπὸ τῶν φαυλοτέρων ἢ κοινοτέρων, ὡς καὶ ἐν τῷ Συμποσίῳ ἔχει, τουτοισὶ τοῖς ἀνδράσιν ἐκκεκαθαρμένοις τὰς ψυχάς· τὸ γὰρ τῶν ἐκκεκαθαρμένων ὄνομα τροπὴν ἔχον ἀπὸ σκευῶν ἢ ἀγγείων, μετενεχθὲν ἀπὸ τῶν κοινοτέρων ἐπὶ τὰ σεμνότερα, ἐπὶ τοὺς ἄνδρας καὶ τὴν ψυχὴν τὴν τῶν ἀνδρῶν οὐ καθαρὰν τὴν τροπὴν πεποίηκεν, ἀλλὰ πεφυλαγμένην καὶ συγγραφικήν. καὶ αἱ τοιαῦται τροπαὶ συνήθεις εἰσὶ μᾶλλον τῇ ἀφελείᾳ, οἷον ἡ δὲ οἰκουμένη μέν, σπειρομένη δέ, ἀέναον τὴν τροφὴν παρέχεται. πάνυ δὲ τοῦ ἐγκωμιαστικοῦ εἴδους τὸ τοιοῦτο σχῆμα.