Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

ἐκεῖνο δὲ μάλιστα τήρει ἐν τοῖς νοήμασιν, ὅτι δεῖ τὰ συμπληροῦντα ταμιεύεσθαι καὶ τελευταῖα τιθέναι, ὡς ἂν καὶ σεμνότητος ὁ λόγος μετέχοι. ὅρα δὲ κἀκεῖνο, ὅτι ἐν τοῖς ἀφελέσι λόγοις, κἂν ᾖ τὰ μὲν μείζω καὶ προτιμότερα τῶν πραγμάτων, τὰ δὲ ἐλάττω, αἰεὶ πρότερον τὰ ἐλάττω τιθέναι εἰώθασιν, ὡς καὶ ἐνταῦθα,

μεγάλου ὄντος καὶ ἐνδόξου τοσαῦτα χρήματα Κῦρον δοῦναι τῷ Κλεάρχῳ ὁ δὲ οὐκ ἐπὶ τοῦτο εὐθέως ἦλθεν, ἀλλὰ πρότερον τὸ τῆς γνώμης εἶπεν, ἠγάσθη τε αὐτὸν καὶ δίδωσιν αὐτῷ μυρίους Δαρεικούς. ἡ δὲ ἀρχή, Κλέαρχος ἦν Λακεδαιμόνιος φυγάς· τούτῳ συγγενόμενος ὁ Κῦρος ἔχει τινὰ θαυμαστὴν τὸ ὄνομα ἤθους δύναμιν τὸ μὴ εἰπεῖν τούτου πειραθεὶς ὁ Κῦρος ἢ τοῦτον κατιδὼν πολλοῦ ἄξιον ὄντα καὶ στρατηγικώτατον, ἀλλʼ ἁπλῶς τούτῳ συγγενόμενος. καὶ τὸ ἑξῆς δὲ τὸ ἑπόμενον αὐτῷ, ὡς ἂν μάλιστα τὸ ἦθος φανείη, οὕτως ἔχει, ἠγάσθη τε αὐτὸν καὶ δίδωσιν αὐτῷ μυρίους Δαρεικούς.

πολλάκις εἴρηκα ὅτι τὰ κατὰ σύγκρισιν τῆς ἀφελείας ἐστίν, οἷον ἐφίλει μᾶλλον τὸν Κῦρον ἢ τὸν βασιλεύοντα Ἀρταξέρξην. ὡς ἔχει καὶ τοῦτο, ὥστε αὐτῷ μᾶλλον φίλους εἶναι ἢ βασιλεῖ. καὶ τὸ τοῖς ἧττον ἐμφαντικοῖς χρῆσθαι ὀνόμασι καὶ τὰ μικρότερα ἐπὶ τῶν μεγάλων ὀνομάζειν τοῦ εἴδους τῆς ἀφελείας ἐστίν. ἐν τῇ Ἀναβάσει ἐπὶ τοῦ Κύρου τῶν τε παρʼ ἑαυτῷ βαρβάρων ἐπεμελεῖτο, ἐπὶ μεγάλου πράγματος ὀνομασίαι μικραί· τὸ γὰρ ἐπιμελεῖσθαι οὐκ ἔστιν ἴδιον ἄλλου τινὸς ἢ τῶν μετρίων, καὶ εἴποι ἄν τις οἴκου ἐπιμελεῖται, ἐπὶ στρατοπέδου δὲ ἧττόν ἐστι τοιούτῳ χρήσασθαι ὀνόματι· καὶ ἐν τῷ Ἀγησιλάῳ, καὶ αὐτοῦ κατέμεινε πάλιν ἡδόμενος τῷ ἔργῳ. τὸ γὰρ τοῖς ἧττον ἐμφαντικοῖς χρῆσθαι καὶ μὴ εἰπεῖν, μεγαλοφρονῶν ἢ ἐπηρμένος τῇ νίκῃ, ἀλλʼ ἡδόμενος τῷ ἔργῳ τῆς ἀφελείας.