Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

τοῦ δὲ μὴ φορτικῶς ἐπαινεῖν, δύνασθαι δʼ ὁποσαχῶς ἂν χρεία γένηται ἐν τοῖς πολιτικοῖς ζητήμασι, τρόποι εἰσὶν οἵδε. πρῶτον μὲν ὅταν τις μὴ ὡς ἐπιβουλεύσας αὐτὸς καὶ παρεσκευασμένος, ἀλλʼ ὡς συναναγκασθεὶς [καὶ] ἐπὶ τοῦτο δοκῇ συνενεχθῆναι· δεύτερον δὲ ὅταν τις τὰ μὲν ἀποδιωθῆται, τὰ δὲ διεξίῃ· τρίτος τρόπος, ὅταν πρὶν εἰπεῖν τι συγγνώμην ἐφʼ οἷς ἂν μέλλῃ λέγειν αἰτῆται παρὰ τῶν δικαστῶν· τέταρτον ὅταν ἐν τοῖς κοινοῖς τὸν ἔπαινον ἔχῃ· πέμπτον, ὅταν καὶ αὐτοῖς τοῖς ἀκούουσι προσήκειν φάσκῃ ἀποδέχεσθαι αὐτά· ἕκτον, ὅταν καὶ τοὺς ἀντιδίκους οἷός τε ᾖ τις ἐπιδεικνύναι τὸ αὐτὸ ποιοῦντας, καὶ δεινὸν εἶναι φάσκῃ ἐκείνους μὲν ποιεῖν ὑπὲρ τῆς αὑτῶν ὠφελείας, αὐτὸν δὲ μή.

περὶ ψόγου. ὁ δὲ ψόγος ἐν τρισὶ τρόποις λαμβάνεται· καὶ γὰρ κατὰ τὴν αὔξησίν ἐστι ψέγειν, καὶ κατὰ παράλειψιν, καὶ κατὰ παραβολήν, κατὰ εὐφημίαν δὲ οὐκέτι, ἀλλὰ κατὰ τὸ ἐναντίον τῇ εὐφημίᾳ, δυσφημίαν. κατὰ δυσφημίαν ψόγος γίνεται, ὅταν τὰ καλῶς πεπραγμένα ἐπὶ τὸ δυσφημότερον ἐξαγγέλληται, οἷον εἰ λέγοι τις ὡς ὁ Μενέλεως οὐχ ὑπὲρ μεγάλων πραγμάτων, οὐχ ὑπὲρ ὧν ὁ βάρβαρος ὕβρισεν εἰς τὴν Ἑλλάδα ἀγανακτῶν ἐπὶ τὴν Τροίαν ἐστράτευσε, μιᾶς δὲ γυναικὸς ἕνεκα οὐκ ἀγαθῆς, ὡς καὶ ὁ τραγικός φησιν,

  1. ὦ πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖν,
  2. τἆλλʼ οὐδέν.

σύνθεσίς ἐστιν ἡ μὲν συνεχὴς ἡ διὰ πλειόνων ἑξῆς εἰρομένη, ὡς τὸ νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα χαλεπόν, ἡ δὲ λελυμένη, τότε μὲν κεχυμένη, ὥσπερ τὸ ἔστω, γινέσθω ταῦτα, οὐδὲν ἀντιλέγω, ἡ δὲ κατὰ περίοδον, ἥτις ἐστὶν σύνταξις κώλων καὶ κομμάτων εἰς διάνοιαν ἀπηρτισμένη φράσις, ὥσπερ τὸ καὶ σπουδαῖα νομίζων, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἀναγκαῖα τῇ πόλει πειράσομαι περὶ αὐτῶν εἰπεῖν ἃ νομίζω συμφέρειν.