Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

τὸ δὲ κῶλόν ἐστι σύνθεσις ὀνομάτων δύο καὶ πλειόνων, ὡς τὸ οὐ προφάσεως ἀπορῶ διʼ ἣν Νικίᾳ βοηθῶ. κόμμα δʼ ἐστὶ κώλου μέρος καθʼ αὑτὸ μὲν τιθέμενον, ὡς τὸ γνῶθι σαυτὸν καὶ μηδὲν ἄγαν. μεθʼ ἑτέρων δὲ ὡς τὸ ἀντιβολῶ πρὸς παίδων, πρὸς γυναικῶν, πρὸς τῶν ὄντων ὑμῖν ἀγαθῶν.

περίοδος δὲ ἐκ μὲν ἑνὸς κώλου συνίσταται, ὡς τὸ τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίνεται, αἱ δὲ ἐκ δύο κώλων, ὥσπερ τὸ τὸ μὲν γὰρ ἐξ ἀρχῆς τι μὴ δοῦναι γνώμῃ χρησαμένων ἐστὶν ἔργον ἀνθρώπων, τὸ δὲ τοὺς ἔχοντας ἀφελέσθαι φθονούντων. ἐκ τριῶν δέ, ἄνδρες δικασταί, μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου ὡμολόγησα τούτοις ὡς ἂν οἷός τε ὦ συνερεῖν. ἐκ δὲ πλειόνων, οἱ μὲν ἐπαινοῦντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς προγόνους ὑμῶν λόγον εἰπεῖν μοι δοκοῦσι κεχαρισμένον, οὐ μὴν συμφέροντά γε ἐκείνοις οὓς ἐγκωμιάζουσι ποιεῖν.

σύνθεσις δὲ ἡ μὲν συνεχὴς καὶ λελυμένη ἔργοις· καὶ πάθεσι πρέποι ἄν, ἡ δὲ κατὰ περίοδον τοῖς ἐπιδεικτικοῖς καὶ προοιμίοις καὶ ἐνθυμήμασι.