Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

τριῶν τοίνυν ὄντων εἰδῶν τοῦ λόγου καὶ τῆς περὶ ταῦτα τύχης τῶν πραγμάτων, φημὶ ἐμπίπτειν εἰς τὸ αὐτὸ ἄλλα εἴδη, ἃ δεῖ ἀναλαμβάνοντα κεραννύναι, ὥσπερ καὶ ὁ τοῦ Δημοσθένους λόγος [ἔχει οὕτως] ὁ τὴν φυλακὴν δοὺς Χαριδήμῳ τῶν τριῶν που μετέχει γενῶν· τὸ μὲν γὰρ τῶν παρανόμων μέρος ἄντικρυς ἐφʼ ἑαυτοῦ δικανικόν ἐστιν ἐλέγχον τὸν Ἀριστοκράτην ὅτι παρὰ τοὺς νόμους εἴρηκε· τὸ δὲ αὖ περὶ τοῦ συμφέροντος συμβουλευτικόν τινα ἔχει τύπον, ὡς οὐ χρὴ Κερσοβλέπτην ἐᾶν μείζω γενέσθαι· τρίτον δὲ ἐπὶ τούτοις ἐστὶ τῷ ἐγκωμιαστικῷ τρόπῳ προσῆκον, Χαριδήμου ψόγος. ταῦτα πάντα εἰς ἓν περιΐσταται τὸ δικανικὸν καὶ γέγονέ τις αὐτῶν κρᾶσις καὶ μῖξις τοιαύτη καὶ οὔτε τὸ ἕτερόν ἐστιν οἷον τὸ ἕτερον, ἀλλʼ ὅσον τὸ πρᾶγμα ἐθέλει, τοσοῦτον διαφέρει, καὶ οὐδὲν ἀπέρρωγεν ἀλλήλων τὰ εἴδη, ὡς μὴ ὁμολογούμενον αὐτὸν ἑαυτῷ τὸν ἅπαντα εἶναι λόγον.

εἰδέναι δὲ χρὴ ὅτι τῶν μὲν συμβουλευτικῶν ζητημάτων αἱ ὑποθέσεις αἵδε, τὸ δίκαιον, τὸ συμφέρον, τὸ δυνατόν, τὸ ῥᾴδιον, τὸ ἀναγκαῖον, τὸ ἀκίνδυνον, τὸ καλόν, τὸ εὐσεβές, τὸ ὅσιον, τὸ ἡδὺ καὶ τὰ ἐναντία τούτοις. συνίσταται δὲ τὸ μὲν δίκαιον νόμῳ, φύσει, ἔθει, τὸ δὲ νόμῳ δίκαιον θεωρεῖται ἐν προστάξει καὶ ἐν ἀπαγορεύσει. τὸ δὲ συμφέρον συνίσταται ἐκ τόπων τεσσάρων, οὗτοι δέ εἰσιν οἵδε, τήρησις ὧν ἔχομεν ἀγαθῶν, ἐπίκτησις ὧν οὐκ ἔχομεν ἀγαθῶν, ἀποφυγὴ τῶν περιεστώτων κακῶν, κώλυσις τῶν ἐπιφερομένων κακῶν. τὸ δὲ δυνατὸν συνίσταται ἐκ προσώπων καὶ τῶν

τούτοις προσφερομένων. τὸ δὲ ῥᾴδιον συνίσταται ἐκ τούτων, τοῦ ἐλαττόνων πόνων ἢ δαπάνης ἢ κινδύνων ἤ τινος ἄλλου τῶν τοιούτων πρὸς ἐναντίον δεῖσθαι. τὸ δὲ ἀναγκαῖον συνίσταται ἐκ τοῦ μὴ κατʼ ἔμφασιν ἄλλως πρᾶξαί τινα ἃ βούλεται ἢ ὡς ἂν ἡ ἀνάγκη προσαναγκάζῃ, ἐκ τοῦ μὴ [προσαναγκάζεσθαι] φόβους καὶ ταραχὰς καὶ λύπας καὶ τὸ ἐν ταῖς ἀνάγκαις βίαιον ἐκφυγεῖν ἄλλως πως ἢ οὕτως, ἢ ὡς ἡ ἀνάγκη προσαναγκάζει, ἐκ τοῦ ἀναγκαῖον αὐτὸ εἶναι πάντως ὁρίζεσθαι, οἷον τὸ ἀποθανεῖν. τὸ δὲ ἀκίνδυνον συνίσταται ἐκ τούτων, τοῦ μηδὲν δέος εἶναι παθεῖν μήτε ὑπὸ θεῶν μήτε ὑπὸ ἐχθρῶν μήτε ὑπὸ κρειττόνων τινῶν μήτε ὑπὸ τοῦ νόμου. τὸ δὲ καλὸν συνίσταται ὡς ὅρῳ περιλαβεῖν ἐκ τῶν ἐπαίνων τῶν ἀγαθῶν. ταῦτα δέ ἐστι τὸ εὐσεβές, αἱ τιμαί, οἱ ἔπαινοι, αἱ μνῆμαι, αἱ φιλίαι, αἱ πίστεις, τῶν προγόνων αἱ δόξαι, καὶ τὰ ὑπάρχοντα τοῖς ἔργοις, ἃ οὐ δεῖ καταισχύνειν, καὶ τὸ τηρεῖν τὰ πρέποντα ἐν τῷ βίῳ, οἷον εὐταξίαν, ἁπλότητα, ἀλήθειαν, φιλίαν· ὑπάρχοι δʼ ἂν εἰ πρὸς τούτοις συνίσταται τὸ καλὸν καὶ ἐκ τοῦ τὰ τῶν ἄλλων ἐπαινεῖν καὶ παραβάλλειν. καὶ ὅλως ὅσα κατὰ ἀρετὴν καὶ ἀρετῆς ἔργα· πάντα γὰρ ταῦτα τοῦ καλοῦ. ἀντίκειται δὲ τούτοις τὰ ἐναντία. τὸ δὲ εὐσεβὲς συνίσταται ἐκ τῆς φυσικῆς παρατηρήσεως τῶν πρὸς τοὺς θεοὺς δικαίων καὶ νομίμων. τὸ δὲ ὅσιον συνίσταται ἐκ τῆς τηρήσεως τῶν δικαίων τῶν πρὸς τὴν πατρίδα καὶ τὴν ταύτης πρόνοιαν, καὶ τοὺς γονεῖς καὶ εὐεργέτας καὶ παιδευτὰς καὶ τοὺς κατὰ γῆς. τὸ δὲ ἡδὺ συνίσταται ἐκ τῆς ἀπολαύσεως τῶν ἡδονῶν· τῶν δὲ ἡδονῶν αἱ μὲν γίνονται ἀπὸ γεύσεως, αἱ δὲ ἀπὸ ὄψεως, αἱ δὲ ἀπὸ ἀκοῆς, αἱ δὲ κατὰ διάνοιαν, ἃς μείζονας καὶ καθαρωτέρας εἶναι συμβέβηκε.

τῆς δὲ ἐγκωμιαστικῆς, ἐπειδὴ καὶ ἔξω

ζητημάτων ἐστίν, αἱ ὑποθέσεις εἰσὶν ἢ ἀπὸ προσώπων, ἢ ἀπὸ πραγμάτων, ἀφʼ ὧν καὶ οἱ ἔπαινοι καὶ τὰ ἐγκώμια καὶ οἱ ὕμνοι καὶ τὰ ἀντικείμενα τούτοις, οἱ ψόγοι. τῶν τοίνυν ἐπαινετικῶν τὸ μέν τι ἔπαινος καλεῖται, τὸ δὲ ὕμνος, τὸ δὲ ἐγκώμιον· ὕμνος μὲν εἰς θεοὺς μηδὲν ἔχων ἐναντίον, ἔπαινος δὲ τὸ ἐπὶ μικροῖς γινόμενον, οἷον τὸ εὖ καὶ καλῶς· καὶ γὰρ ταῦτα ἐπαινετικά ἐστι, καὶ πάλιν ὁ μὲν ἀγαθός, ὁ δὲ ἀνδρεῖος, ὁ δὲ δίκαιος· τὸ δὲ ἐγκώμιον ἐπὶ μεῖζον ἐξαίρει, διόπερ κατὰ διέξοδον γίνονται. λαμβάνονται δὲ οἱ ἔπαινοι κατὰ τρόπους τέσσαρας, αὐξήσει, παραλείψει, παραβολῇ, εὐφημίᾳ. αὐξήσει μὲν οὖν, οἷον εἴ τις θέλοι τὰ τοῦ μύρμηκος ἔργα ἐπαινῶν λέγειν ὅτι οἰκονομικώτατός ἐστι περὶ τὴν τῶν καρπῶν συγκομιδὴν καὶ περὶ τὴν τούτων ἀπόθεσιν, οὐ μὴν ἀλλὰ καὶ ἀγαθὸς προϊδέσθαι τὰς ὥρας τῶν θεῶν καὶ φρονιμώτατος πρὸς τοὺς καιροὺς παρασκευάζεσθαι, καὶ ὅσα ἄν τις εὕροι μύρμηκα αὐξῶν. παραλείψει δὲ ὅταν τὰ προσόντα δυσχερῆ τοῖς ἐγκωμιαζομένοις καὶ ἅπερ ἄν τις εἴποι ψέγων, παραλείποντες μόνα ἐξαγγέλλωμεν τὰ ἐπαίνου ἄξια, οἷον εἰ τὸν Ἀλέξανδρον ἐπαινοῦντες τὰς μὲν λοιπὰς πράξεις αὐτοῦ ἐξηγοίμεθα, ὡς διέβη τὸν Γράνικον, ὡς μέχρι Κιλικίας προῆλθεν, ὡς τὰ μέχρι τοῦ Ὠκεανοῦ πάντα ἔθνη κατεστρέψατο, παραλείποιμεν δὲ τὴν Κλείτου ἀναίρεσιν καὶ τὴν περὶ τοὺς πότους αὐτοῦ σπουδήν, καὶ ὅτι Μηδικὴν ἐσθῆτα μετημφιάσατο, καὶ προσκυνεῖσθαι ὁμοίως τῷ Περσῶν βασιλεῖ ἠξίου, καὶ ὅσα τοιαῦτα ἦν αὐτῷ. τῇ δὲ παραβολῇ, ὅταν μείζω μὲν τὰ τοῦ ἐπαινουμένου ἀποφῆναι θέλοντες ἐκ τῶν πρὸς ἄλλα ἀποδεικνύωμεν, ὡς ὁ Δημοσθένης τὰ τοῦ Κόνωνος ἔργα τὰ περὶ τὸν τειχισμὸν μεγάλα ὑποδεῖξαι βουλόμενος τῶν Θεμιστοκλέους αὐτὰ βελτίω φησίν. εὐφημίᾳ δὲ ὅταν τὰ δυσχερῆ μὴ παραλείποντες ἐπὶ
τὸ εὐφημότερον ταῦτα ἐξηγησώμεθα, οἷον εἰ τὸν Ἀλέξανδρον ἐπαινοῦντες τὴν τῆς Ἑλένης ἁρπαγὴν λέγοιμεν οὐκ ἀδίκημα οὐδὲ μοιχείαν οὐδὲ ἁμάρτημά τι περὶ τὸν Μενέλαον τὸν ξένον γενόμενον, ἀλλʼ ὡς τοῦ Διὸς ἐπεθύμησε κηδεστὴς γενέσθαι, καὶ πάλιν ἐπὶ τῆς Ἑλένης, ὡς οὐχ ἥμαρτε καταλιποῦσα τὸν ἄνδρα καὶ τὴν θυγατέρα καὶ τὸν οἶκον, ἀλλʼ ὡς ἔνδοξος γενέσθαι ἐσπούδαζε.