Dithyrambs
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- ἠϊθ έω ν πᾶν γένος, ἐπεὶ
- ἥρως θόρεν πόντονδε, κα-
- τὰ λειρίων τʼ ὀμμάτων δά-
- κρυ χ έο ν, βαρεῖαν ἐπιδέγμενοι ἀνάγκαν·
- φέρον δὲ δελφῖνες ἁλι-
- ναιέται μέγαν θοῶς
- Θησέα πατρὸς ἱππί-
- ου δόμον, μέγαρόν τε θεῶν
- μόλεν· τόθι κλυτὰς ἰδὼν
- ἔδεισʼ ὀλβίοιο Νη-
- ρέος κόρας· ἀπὸ γὰρ ἀγλα-
- ῶν λάμπε γυίων σέλας
- ὧτε πυρός, ἀμφὶ χαίταις
- δὲ χρυσεόπλοκοι
- δίνηντο ταινίαι· χορῷ δʼ ἔτερ-
- πον κέαρ ὑγροῖσι ποσσίν·
- σεμνάν τε πατρὸς ἄλοχον φίλαν
- ἴδε βοῶπιν ἐρατοῖ-
- σιν Ἀμφιτρίταν δόμοις·
- ἅ νιν ἀμφέβαλεν αἰόλαν πορφύραν,