Dithyrambs

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. κόμαισί τʼ ἐπέθηκεν οὔλαις
  2. [*](Column 36)
  3. ἀμεμφέα πλόκον,
  4. τόν ποτέ ϝοι ἐν γάμῳ
  5. δῶκε δόλιος Ἀφροδίτα ῥόδοις ἐρεμνόν.
  6. ἄπιστον ὅ τι δαίμονες
  7. θ έω σιν οὐδὲν φρενοάραις βροτοῖς·
  8. νᾶα παρὰ λεπτόπρυμνον φάνη· φεῦ,
  9. οἵαισιν ἐν φροντίσι Κνώσιον
  10. ἔσχασεν στραταγέταν, ἐπεὶ
  11. μόλʼ ἀδίαντος ἐξ ἁλὸς
  12. θαῦμα πάντεσσι, λάμ-
  13. πε δʼ ἀμφὶ γυίοις θεῶν δῶρʼ, ἀγλαό-
  14. θρονοί τε κοῦραι σὺν εὐ-
  15. θυμία νεοκτίτῳ
  16. ὠλόλυξαν, ἔ-
  17. κλαγεν δὲ πόντος· ἠΐθ εο ι δʼ ἐγγύθεν
  18. νέοι παιάνιξαν ἐρατᾷ ϝοπί.
  19. Δάλιε, χοροῖσι Κηΐων
  20. φρένα ἰανθεὶς
  21. ὄπαζε θ εό πομπον ἐσθλῶν τύχαν.