Dithyrambs

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. κλυτὰν ἐς αἰθέρα μενεπτόλεμος ἥρως,
  2. εἶρέν τε· Θησεῦ, σὺ τάδε
  3. μὲν βλέπεις σαφῆ Διὸς
  4. δῶρα· σὺ δʼ ὄρνυʼ ἐς βα-
  5. ρύβρομον πέλαγος· Κρονίδας
  6. [*](Column 35)
  7. δέ τοι πατὴρ ἄναξ τελεῖ
  8. Ποσειδὰν ὑπέρτατον
  9. κλέος χθόνα κατʼ ἠΰδενδρον.
  10. ὣς εἶπε· τῷ δʼ οὐ πάλιν
  11. θυμὸς ἀνεκάμπτετʼ, ἀλλʼ εὐ-
  12. πάκτων ἐπʼ ἰκρίων
  13. σταθεὶς ὄρουσε, πόντιόν τέ νιν
  14. δέξατο θελημὸν ἄλσος.
  15. τά[φ]εν δὲ Διὸς υἱὸς ἔνδοθεν
  16. κέαρ, κέλευσέ τε κατʼ οὖ-
  17. ρον ἴσχεν εὐδαίδαλον
  18. νᾶα· μοῖρα δʼ ἑτέραν ἐπόρσυνʼ ὁδόν.
  19. ἵετο δʼ ὠκύπομπον δόρυ· σόει
  20. νιν βορεὰς ἐξόπιν πνέουσʼ ἀήτα·
  21. τρέσσαν δʼ Ἀθαναίων