Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. θῆκεν ἀντʼ εὐεργεσιᾶν, λιπαρῶν τʼ ἄλ-
  2. λων στεφάνων ἐπίμοιρον.
  3. φαμὶ καὶ φάσω μέγιστον
  4. κῦδος ἔχειν ἀρετάν, πλοῦ-
  5. τος δὲ καὶ δειλοῖσιν ἀνθρώπων ὁμιλεῖ,
  6. ἐθέλει δʼ αὔξειν φρένας ἀν-
  7. δρός· ὁ δʼ εὖ ἔρδων θεοὺς
  8. ἐλπίδι κυδροτέρᾳ
  9. σαίνει κέαρ· εἰ δʼ ὑγιείας
  10. θνατὸς ἐὼν ἔλαχεν,
  11. ζώειν τʼ ἀπʼ οἰκείων ἔχει,
  12. πρώτοις ἐρίζει· παντί τοι
  13. τέρψις ἀνθρώπων βίῳ
  14. ἕπεται νόσφιν γε νόσων