Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. θυμὸ[ν ἔχων], ὁπότε
  2. χρεῖ[ός τι συμ]βολοῖ μάχας,
  3. ποσσί[ν τʼ ἐλα]φρό[ς, π]ατρίων
  4. τʼ οὐκ [ἀπόκλαρος κ]αλῶν,
  5. τόσα Παν[θείδᾳ κλυτό]το-
  6. ξος Ἀπό[λλων ὤπασε]ν,
  7. ἀμφί τʼ ἰατορίᾳ
  8. ξείνων τε φιλάνορι τιμᾷ·
  9. εὖ δὲ λαχὼν Χαρίτων
  10. πολλοῖς τε θαυμασθεὶς βροτᾶν
  11. αἰῶνʼ ἔλυσεν, πέντε παῖ-
  12. δας μεγαινήτους λιπών.
  13. τῶν ἕνα ϝοι Κρονίδας
  14. ὑψίζυγος Ἰσθμιόνικον