Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. πενίας τʼ ἀμαχάνου.
  2. ἶσον ὅ τʼ ἀφνεὸς ἱ-
  3. μείρει μεγάλων ὅ τε μείων
  4. [*](Column 2)
  5. παυροτέρων· τὸ δὲ πάν-
  6. των εὐμαρεῖν οὐδὲν γλυκὺ
  7. θνατοῖσιν, ἀλλʼ αἰεὶ τὰ φεύ-
  8. γοντα δίζηνται κιχεῖν.
  9. ὅντινα κουφόταται
  10. θυμὸν δονέουσι μέριμναι,
  11. ὅσσον ἂν ζώῃ λάχε τόνδε χρόνον τι-
  12. μάν· ἀρετὰ δʼ ἐπίμοχθος
  13. μέν, τε]λευταθεῖσα δʼ ὀρθῶς
  14. ἀνδρὶ κ]αὶ εὖτε θάνῃ λεί-
  15. πει πο]λυζήλωτον εὐκλείας ἄγαλμα.