Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι Πενθίλος ἐκ Βοιωτίας τὴτ Αἰολικήν ἀποικίαν ἤγαγεν.
Ὅτι μεθόριον Ἀττικῆς καὶ Βοιωτίας πρὸς τῇ Εὐβοῖκῆ θαλάττῃ ἐστὶν ὁ Ὠρωπὸς καὶ ὁ ἱερὸς λιμήν, ὃν καλοῦσι Δελφίνιον, ἀντιπέραν Ἐρετρίας τῆς ἐν Εὐβοία, ἀπὸ σταδίων τὸ δίαρμα ξ΄. Εἶα Δήλιον, Ταναγραίων πολίχνιον, ἀπέχον σταδίους τῆς Αὐλίδος λ΄. Εἶτα λιμὴν βαθύς εἶτα Αὐλὶς, πετρῶδες χωρίον εἶτα Εὔριπος· εἶτα Σαλγανεὺς , ἐπώνυμον Σαλγανέως τινὸς Βοιωτοῦ ἀνδρὸς ἐκεῖσε ταφέντος μετὰ τὸ ἀναιρεθῆναι ὅπὸ τῶν περὶ Μεγαβάτην Περσῶν, ὡς δῆθεν κακῶς αὐτοῦ ὑφηγησαμένου τὴν ἀπὸ Μαλιακοῦ θάλασσαν λαβυρινθώδη καὶ ἄπορον· μεταγνόντες δʼ οἱ
Ὅτι τὸ Ἀμφιαράου ἱερὸν ἐν Τανάγρα ἐστὶ τῆς Βοιωτίας· ἐκ Κνωπίας δὲ τῆς Θηβαϊκῆς μεθιδρύθη κατὰ χρησμὸν δεῦρο.
Ὅτι Ἀνθηδὼν πόλις μετὰ τὸν Σαλγανέα ἐσχάτη τῆς Βοιωτίας κεῖται, καὶ ἀπ᾿ αὐτῆς εἰς τὴν ἐν Εὐβοία Αἰγὰς πόλιν τὸ δίαρμα στάδιοι ρκ΄. Καὶ ἐγγὺς τῶν Αἰγῶν αἱ Ὀροβίαι. Ἐκ δὲ Ἀνθηδόνος ἦν Γλαῦκος, ὃν μεταβαλεῖν φασιν εἰς κῆτος θαλάσσιον.
Ὅτι ἡ Βοιωτία, σηραγγώδης οὖσα καὶ ὕπαντρος, ποιεῖ σεισμοὺς ἐν αὑτῇ ἐξαισίους, ὥς τινας τῶν πόρων ἀποτυφλοῦσθαι καί τινας διευρύνεσθαι· καὶ διὰ τοῦτο λίμναι τά τινες ὑφίστανται καὶ αὖθις λήγουσι. Διὸ καὶ Πλάταια μὲν καὶ Πλαταιεῖς παρὰ λίμνην ποτὲ ἦσαν, καὶ διὰ τῶν κωπῶν πλάτην οὕτως ὠνομάσθησαν· ἔτι δὲ Ἕλος τε καὶ Ἑλεῶν· νῦν δὲ ἠπείρωνται.
Ὅτι ὁ Κηφισσὸς ποταμὸς ἐκ τῶν Φωκικῶν ὀρέων ἄρχεται ἐκ Λιλαίας πόλεως, καὶ εἰς τὴν Κωπαίδα λίμνην ἐκδίδωσιν· ἔνθα καὶ ὁ Περμησσὸς καὶ Ὀλμειὸς, ἐκ τοῦ Ἑλικῶνος ῥέοντες, εἰς τὴν αὐτήν ἐμβάλλουσι λίμνην περὶ πόλιν Ἁλίαρτον· ἡ δὲ τῆς λίμνης περίμετρος στάδιοι τπ΄.