Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
ὅτι Ὅμηρος, ὅταν φῇ· « ἔνθα δὲ Βοιωτοὶ καὶ
Ὅτι πρὸ τοῦ Σουνίου τῆς Ἀττικῆς νῆσός ἐστι τραχεῖα καὶ ἔρημος, Ἑλένη ὄνομκ, καί φασι περὶ αὐτῆς λέγειν τὸν Ὅμηρον· « νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην φιότητι καὶ εὐνῇ.
Ὅτι τῆς Ἀττικῆς ὄρη εἴσὶν δνομαστὰ ε΄, Ὑμηττὸς 5, Πάρνης, Κορυδαλλὸς, Βριλησσὸς, Λυκαβηττός.
Ὅτι ἡ Βοιωτία τριθάλασσός ἐστι· κλύζεται γὰρ τῇ τε Κρισαίᾳ ἐκ νότου καὶ τῇ Μυρτῴᾳ ἀπὸ Γεραιστοῦ μέχρι Εὐρίπου καὶ τῇ Μαλιακῇ ἀπὸ Εὐρίπου μέχρι ποταμοῦ Σπερχειοῦ.
Ὅτι παροιμία ἐστὶ, Θρᾳία παρεύρεσις οἱ γὰρ Θρᾷκες, ἔνσπονδοι Πελασγοῖς γεγονότες ἐπὶ ῥητάς τινας ἡμέρας, νύκτωρ ἐπέθεντο ἀποκρουσθέντες δʼ ὑπὸ Πελασγῶν καὶ τῇ ἑξῆς ἐγκαλούμενοι ἔφασαν· Ἀλλʼ οὐχὶ ταῖς νυξὶν ἄγειν εἰρήνην ὠμόσαμεν.
Ὅτι, πολέμου ὄντος Βοιωτοῖς καὶ Πελασγοῖς, ἦλθον θεωροὶ ἐξ ἀμφοῖν εἰς Δωδώνην· ἀνελούσης δὲ τῆς προφήτιδος, ὅτι τὸν μὲν τῶν Πελασγῶν οὐχ εὗρε τὸν χρησμὸν, τὸν δὲ Βοιωτῶν εἰπούσης, ὅτι δεῖ αὐτοὺς ἀσεβήσαντας πράξειν, ὑποτοπήσαντες οἱ Βοιωτοὶ κατὰ τὸ τῶν Πελασγῶν συγγενὲς κακουργῆσαι τὴν πρόμαντιν, ἁρπάσαντες διεχρήσαντο τὴν ἄνθρωπον καὶ εἰς πῦρ ἔβαλον, δικαιοῦντες, ὅτι, εἰ μὲν παρέχρησεν, ἔχει τὴν δίκην, εἰ δὲ ἀληθῶς ἐλεξιν, καὶ οὕτως ἀσεβῆσαι αὐτοὺς ἔδει. Ἀνθʼ ὧν ἐχρήσθη αὐτοῖς, κατʼ ἐνιαυτὸν κλέπτοντας ἔνα τῶν παρʼ αὐτοῖς τριπόδων ἀποκομίζειν εἰς Δωδώνην.