Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι ἡ Κωπαῒς λίμνη, πολλοὺς δεχομένη ποταμοὺς, ἔξοδον οὐκ ἔχει, πλήν τοῦ κατὰ τὸν Κηφισσὸν δεχομένου αὐτὸν χάσματος.

Ὅτι Σκῶλός ἐστι κώμη τῆς Παρασωπίας ὁπὸ τῶ Κιθαιρῶνι, τόπος τραχύς· ἀφ᾿ οὐ καὶ ἡ παροιμία λέλεκται· « εἰς Σκῶλον μήτ᾿ αὐτὸς ἴναι μήτ᾿ ἄλλῳ ἕπεσθαι. » Καὶ τὸν Πενθέα ἐνταῦθά φασι διασπασθῆναι. Ἐστι δὲ καὶ ἐν Ἡρακλείᾳ τῆ Τραχινίᾳ κώμη Σκῶλος, παρ᾿ ἢν ποταμὸς ῥεῖ Ἀσωπός· καὶ ἐν Σικυῶνι ἄλλος ἐστὶ ποταμὸς Ἀσωπός.

Ὅτι Θέσπεια πόλις ἐστὶ πρὸς τῶ Ἑλικῶνι νοτιωτέρα, ἐπικειμένη τῷ Κρισαίῳ κόλπῳ καὶ αὐτὴ καὶ ὁ Ἑλικών. Πλησίον δὲ καὶ ἡ τοῦ Ἡσιόδου πατρὶς Ἄσκρη.

Ὅτι ὁ Παρνασσὸς τὸ ὄρος σπήλαια ἔχει πολλὰ ἱερὰ, ἄν ἐστιν ἔν καὶ τὸ Κωρύκιον, ἱερὸν νυμφῶν, ὁμώνυμον τῶ Κιλικίῳ.

Ὅτι τὸ ἑσπέριον τοῦ Παρνασσοῦ πλευρὸν νέμονται Λοκροί τε οἱ Ὀζόλαι καὶ Δωριεῖς καὶ Αἰτωλοὶ κατὰ τὸν Κόρακα, Αἰτωλικὸν ὄρος· τὸ δὲ πρὸς ἔω Δωριεῖς καὶ Φωκεῖς.

Ὅτι ὁ Κρισαῖος κόλπος ἕως τοῦ Ἀκτίου περαιοῦται.