Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι ἡ Κασταλία κρήνη ἐστὶν ἐν Δελφοῖς μαντικὸν ἔχουσα ὕδωρ.
Ὅτι ἐπιφανῆ ὄρη Πελοποννήσου ταῦτα· Κυλλήνη, Φολόη, Λύκαιον, Μαίναλος, Παρθένιον, καθῆκον ἐπὶ τὴν Ἀργείαν ἀπὸ τῆς Τεγεάτιδος. »
Ὅτι ὁ Ἐρασῖνος ποταμὸς ἐκδίδωσιν ἐκ τῆς Στυμφαλίδος λίμνης εἰς τὴν Ἀργείαν· πρότερον δʼ οὐκ ἐφαίνετο διὰ τὸ τετυφλῶσθαι τοὺς ἐκ τῆς λίμνης εἰς αὐτὸν πόρους καὶ ἡ τῶν Στυμφαλίων πόλις ἐπὶ τῆς λίμνηι ἦν, ἐπεὶ δὶ οἱ πόροι ὑπὸ σεισμῶν ἀνεστομώθησαν, ἀπέχει νῦν ἡ πόλις τῆς λίμνης στάδια ὑπὲρ τὰ ν΄.
Ὅτι τῶν ἑν Πελοποννήσῳ οἰκήσεων οἰκισταὶ γεγόνασι μετὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον, Κορίνθου μὲν Ἀλήτης, Σικυῶνος δὲ Φάλκης, Ἀχαιίδος δὲ Τισαμενὸς, Ἤλιδος δὲ Ὄξυλος, Μεσσήνης δὲ Κρεσφόντης, Λακεδαίμονος δὲ Εὐρυσθένης καὶ Προκλῆς, Ἄργους δὲ Τήμενος καὶ Κισσὸς, τῶν δὲ περὶ τὴν Ἀκτὴν Ἀγαῖος καὶ Δηιφόντης.
Ὅτι περὶ τὰς ἐν Μεγαρίδι Σκιρωνίδας πετρος τὰ ἱστορούμενα γεγονέναι φασὶν, οἶον τὰ περὶ Πιτυοκάμπτην καὶ τὰ κατὰ Σκίρωνα τοὺς τυράννους, οὓς ἀνεῖλε Θησεύς.
Ὅτι ἀπὸ Μεγάρων ιη΄ σταδίους ἀπέχει ὁ κατὰ Νίσαιαν λιμὴν, τὸ ἐπίνειον.