Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι ἀπὸ Φειᾶς πόλεως τῆς ἐν Ἤλδι ἕως Ὄλυμπίας ἀπὸ θαλάσσης ἄνοδος στάδιοι ρκ΄ τὸ ἐγγυτάοω.

Ὅτι ἀπὸ τοῦ αὐτοῦ τόπου ἄρχεται Εὐρώτας τε καὶ Ἀλφειὸς, ἐξ Ἀσέας κώμης τῆς Μεγαλοπολίτιδος, δύντες δὲ ἐπὶ συχνοὺς σταδίους ἀνατέλλουσι πάλιν, καὶ ὁ μὲν εἰς τὴν Λακωνικήν, ὁ δὲ εἰς τὴν Πισᾶτιν κατάγεται.

Ὅτι ὁ Ἀλφειὸς ποταμὸς, παραλαβὼν τόν τε Κελάδοντα καὶ Ἐρύμανθον καὶ ἄλλους ποταμοὺς καὶ διελθὼν παρὰ τὴν Ὀλυμπίαν, ἐκβάλλει εἰς τὴν Σικελικὴν θάλασσαν.

Ὅτι πρὸς ἀνατολὰς τοῦ Πύλου ἠμαθόεντος ὄρος ἐστὶ καλούμενον Μίνθη. Φασὶ δὲ τὴν Μίνθην, παλλακίδα οὖσαν τοῦ Ἅιδου πρὶν, ἀπατηθῆναι μὲν ὑπὸ τῆς Κόρης, μεταμορφωθῆναι δὲ εἰς τὸ φυτὸν τὴν μίνθην, ὅπερ ἐστὶ τὸ ἡδύοσμον.

Ὅτι ὁ πρὸ τοῦ Πύλου αἰγιαλὸς θινώδης ἐστὶ καὶ στενὸς, ὅθεν ἠμαθόεις ὁ Πύλος.

Ὅτι Λέπρεον πόλις τῆς Μεσσηνίας, ἀφ οὗ ὁ ἠμαθόεις Πύλος Λεπρεάτης.

Ὅτι, ἔνθα ὁ Τηλέμαχος κατέλαβε τὸν Νέστορα θύοντα, τὸ ἱερόν ἐστι τοῦ Σαμίου Ποσειδῶνος· ἡ δὲ Σάμος κώμη ἐστὶ τῆς Μεσσηνίας.