Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι τὴν Θρυόεσσαν πόλιν, αἰπεῖαν κολώνην, καὶ Θρύον, Ἀλφειοῖο πόρον, τὴν αὐτήν λέγει εἶναι Ὅμηρος· καὶ γὰρ ἐκεῖ περάσιμος γίνεται ὁ Ἀλφειὸς ποταμός. Ἀλφειὸς δὲ ὠνόμασται διὰ τὸ δύναμιν ἔχειν τοὺς ἀλφοὺς ἰᾶσθαι.
Ὅτι ἡ Οἰχαλία πόλις, ἡ τοῦ Εὐρύτου Οἰχαλιῆος, ἡ νῦν καλουμένη Ἀνδανία, πολίχνιον Ἀρκαδικὸν, ὁμώνυμον τῷ Θετταλικῷ καὶ τῷ Εὐβοῖκῷ.
Ὅτι οἱ μὲν ἄλλοι Πύλοι παραθαλάσσιοί εἰσιν, ὁ δὲ τοῦ Νέστορος, ὁ Τριφυλιακὸς καὶ Ἀρκαδικὸς καὶ Λεπρεατικός, ὑπὲρ τοὺς λ΄ σταδίους τῆς θαλάσσης ἀπέχει, ὡς δηλοῖ ὁ Πεισίστρατος καὶ ὁ Τηλέμαχος, μὴ εἰσελθόντες εἰς τὴν πόλιν μετὰ τοῦ ἄρματος, ἀλλὰ παραλλάξαντες.
Ὅτι ὁ Τηλέμαχος, ὑφορώμενος τὴν τῶν μνηστήρων ἐνέδραν, ἔπλεε πρῶτον μέν πρὸς βορρᾶν ἕως Ἤλιδος, εἶτα ἐκεῖθιν διὰ τῶν Ἐχινάδων νήσων ἕως
Ὅτι ὁ ἐν Ὀλυμπίᾳ Ζεὺς μέγιστος ἐλεφάντινος, ἔργον Φειδίου τοῦ Χαρμίδου Ἀθηναίου θαυμασιώτατον· ἐποίησε δʼ αὐτὸν ὁ Φειδίας, ὡς ἔλεγε, πρὸς τὸ παρʼ Ὁμήρῳ παράδειγμα, τὸ· « Ἦ, καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων, Ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος Κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δ' ἐλέλιξεν Ὄλυμπον· « ἐνδείκνυται γὰρ διὰ τούτων τήν τῆς δυνάμεως ὑπερβολὴν, συμπαθουσῶν καὶ τῶν τριχῶν. Ἐπὶ δὲ τῆς Ἥρας διὰ τὴν ὕφεσιν. φησὶ, τῆς δυνάμεως λέγει Ὅμηρος « Σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμκον· » πολὺ γὰρ ὑπερβάλλει τὸ νεύματι μόνῳ σείειν καὶ τὸ ὅλην αὐτὴν σείεσθαι ἐν τῷ θρόνῳ καὶ ποιεῖν τὸ αὐτό.
Ὅτι οἱ μετὰ Ὀξύλου καὶ τῶν Ἡρακλειδῶν κατελθόντες Αἰτωλοὶ εἰς Πελοπόννησον συνῴκησαν Ἠλείοις· καὶ αὐτοί εἰσιν οἱ τὸν ἐν Ὀλυμπίᾳ ἀγῶνα πρῶτοι διαθέντες καὶ τὰς Ὀλυμπιάδας διὰ τετραετηρίδος ὁρίσαντες μετὰ Ἠλείων. Καὶ ἕως μὲν τῆς κϚ΄ Ὁλυμπιάδος ἦρχον οἱ Ἠλεῖοι τοῦ ἀγῶνος· εἶτα οἱ Πισᾶται καθυπερτερήσαντες παρέλαβον τὸν ἀγῶνα, ἐπὶ ἔτη πολλὰ ἀγωνοθετοῦντες· εἶτα πάλιν Λακεδαιμόνιοι ἀφελόμενοι τοὺς Πισάτας παρέδοσαν τοῖς Ἐπειοῖς, καὶ τὸν Πύλον τὸν τοῦ Νέστορος καθελόντες εἰς Λέπρεον συνῴκισαν· τοῦτο δʼ ἐποίησαν, διότι τοῖς Μεσσηνίοις ἔναντι Λακεδαιμονίων συνεμάχουν Πισᾶται καὶ Πύλιοι.
Ὅτι Σαλμωνεὺς; Οἰνόμαος, Πέλοψ καὶ οἱ Πελοπίδαι ἐν Πίση κατῴκουν, ἣ νῦν Βίκα καλεῖται. Νῦν δὲ οὐδὶ ὄνομ ά ἐστι Πισατῶν καὶ Καυκώνων καὶ Πυλίων· ἅπαντα γὰρ ταῦτα Σκύθαι νέμονται.