Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι ἡ ἅπασα Ἑλλὰς χερρονήσοις ὁρίζεται· ὧν πρώτη ἡ Πελοπόννησος, ἱσθμῷ κλεισμένη μ΄ σταδίων· δευτέρα δὲ ἡ καὶ ταύτην περιέχουσα, ἧς ἰσθμός ἐστιν
Ὅτι ὁ Πύλος ἐστὶ μὲν παὶ πόλις· « οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον· » ἔστι δὲ καὶ ἡ χώρα· « ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης. » Περὶ δὲ τὴν πόλιν τὴν Πύλον ῥεῖ ποταμὸς Ἄμαθος καλούμενος, ὅθεν τὸ· « Πύλοιο ἄναξ ἦν ἠμαθόεντος. « Ἡ δὲ Ἦλις ἡ χώρα ἐστίν· οὔπω γὰρ ἦν ἐπὶ τῶν Ὁμήρου χρόνων ἡ γῦν Ἦλις πόλις κτισθεῖσα.
Ὅτι Τριφυλία ἡ περὶ τὴν Ἦλιν χώρα ἐκλήθη διὰ τὰ τρία γένη, τό τε τῶν ἀπʼ ἀρχῆς Ἐπειῶν κατασχόντων τὴν χώραν καὶ τὸ τῶν ἐποικησάντων Μινυῶν καὶ τρίτον τὸ τῶν Ἠλείων τῶν ὕστατα ἐπικρατησάντων.
Ὅτι Κυλλήνη ἐπίνειόν ἐστιν Ἠλείων, ἐπέχουσα τῆς Ἤλιδος πόλεως στάδια ρκ΄. Μέμνηται δὲ τῆς Κυλλήνης ταύτης καὶ Ὅμηρος, λέγων· « Ὦτον Κυλλήνιον, ἀρχὸν Ἐπειῶν. » Οὐ γὰρ ἀπὸ τοῦ Ἀρκαδικοῦ ὄρους ὄντα ἤμελλεν ἡγεμόνα τῶν Ἐπειῶν ἀποφῆναι.
Ὅτι μετὰ τὴν Κυλλήνην πρὸς νότον ὁ Σελλήεις ἐστὶ ποταμὸς, ῥέων ἐκ Φολόης διὰ πόλεως Ἐφύρας, ἑτέρας οὔσης τῆς Θετταλικῆς καὶ τῆς Θεσπρωτικῆς καὶ τῆς Κορίνθου· καὶ περὶ ταύτης λέγει Ὅμηρος· « τὴν ἄγετʼ ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος. Ἐκῖ δὲ καὶ Ὀδυσσεὺς ᾤχετο· « φάρμακον ἀνδροφόνον διζήμενος. » καὶ δὲ καὶ περὶ ταύτης λέγουσιν οἱ μνηστῆρες· « ἠὲ καὶ εἰς Ἐφύρην ἔλθοι πίειραν ἄρουραν. Ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ. » Ἐκεῖθεν ἦν καὶ ἡ τοῦ Αὐγείου θυγάτηρ· « ἣ τόσα φάρμακα ᾔδει, δσατρέφει εὐρεῖα χθών.» Πρὸ δὲ αὐτοῦ καὶ ὁ Μινύειος ποταμός ἐστιν· εἶτα ἡ Χελωνάτας ἄκρα πρὸς νότον, καὶ Πύλος ἕτερος τοῦ Μεσσηνιακοῦ τοῦ Νέστορα θρέψαντος. Τρεῖς γάρ εἰσι Πύλοι, ὡς καὶ τὸ ἔπος δηλοῖ « ἔστι Πύλος πρὸ Πύλοιο, Πύλος γε μέν ἐστι καὶ ἄλλος, » δ τε Μεσσηνιακὸς καὶ ὁ τῆς Ἤλιδος καὶ ὁ Τριφυλιακός.
Ὅτι εἴωθεν Ὅμηρος τὰ μέρη πολλάκις τοῖς
Ὄτι ἐστί τις ποταμὸς Ἀχελῷος περὶ Δύμην πόλιν τῆς Ἤλιδος, ὁμώνυμος τῷ κατὰ τὴν Ἀκαρνανίαν ποταμῷ Ἀχελῴῳ καλουμένῳ.