Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι οἱ ἐν Πελοποννήσῳ Μεσσήνιοι ἔπεμψαν ἑαυτῶν παρθένους εἰς ἱερουργίαν τῇ Ἀρτέμιδι· ἅς τινες τῶν Λακεδαιμονίων καὶ αὐτῶν Μεσσηνίων κατὰ τὴν ὁδὸν ἐβιάσαντο. Ταύτας οἱ πέμψαντες Μεσσηνίων ἐκδικοῦντες ἐπολέμησαν τοῖς βιασαμένοις καὶ ἡττηθέντες ἔφυγον· καὶ εἰς Δελφοὺς πέμψαντες ἐνεκάλουν, μεμφόμενοι τὸν Ἀπόλλω καὶ τὴν Ἄρτεμιν, εἰ τοιούτου τυγχάνοιεν, ἀνθʼ ὧν ἐτιμώρουν αὐτοῖς, καὶ πυνθανόμενοι πῶς ἂν σωθεῖεν ἀπολωλότες· ὁ δʼ Ἀπόλλων ἐκέλευσε στέλλεσθαι μετὰ Χαλκιδέων εἰς τὸ Ῥήγιον καὶ τῇ ἀδελφῇ αὐτοῦ χάριν ἔχειν· οὐ γὰρ ἀπολωλέναι αὐτοὺς, ἀλλὰ σεσῶσθαι, μέλλοντάς γε μὴ συναφανίσεσθαι τῇ πατρίδι, ἁλωσομένῃ μικρὸν ὕστερον ὑπὸ Σπαρτιατῶν. Οἱ δὲ πεισθέντες ἔκτισαν σὺν Χαλκιδεῦσι τὸ Ῥήγιον ἐν Σικελίᾳ.
Ὅτι Ῥήγιον ἐκλήθη διὰ τὸ ῥαγῆναι ὑπὸ σεισμῶν μεγάλων ἐκ τῆς ἠπείρου τήν Σικελίαν. Τεκμαίροιτο δʼ ἄν τις ἀπὸ τῶν περὶ τὴν Αἴτνην συμπτωμάτων καὶ τῶν κατὰ Λιπάραν καὶ τὰς περὶ αὐτὴν νήσους, ἔτι δὲ καὶ τῶν κατὰ τὰς Πιθηκούσσας καὶ τὴν προσεχῆ περαίαν ἅπασαν, οὐκ ἀπεικὸς εἶναι καὶ τοῦτο συμβῆναι. Νυνὶ μὲν οὖν, ἀνεῳγμένων τούτων τῶν στομάτων, διʼ ὧν τὸ πῦρ ἀναφυσᾶται καὶ μύδροι καὶ ὕδατα ἐκπίπτει, σπάνιόν τι σείεσθαί φασι τὴν περὶ τὸν πορθμὸν γῆν· τότε δὲ, πάντων ἐμπεφραγμένων τῶν εἰς τὴν ἐπιφάνειαν πόρων, ὑπὸ γῆς σμυχόμενον τὸ πῦρ καὶ τὸ πνεῦμα σεισμοὺς ἀπειργάζετο σφοδρούς· μοχλευόμενοι δʼ οἱ τόποι πρὸς τὴν βίαν τῶν ἀνέμων ὑπεῖξάν ποτε καὶ ἀναρραγέντες ἐδέξαντο τὴν ἑκατέρωθεν θάλατταν, καὶ ταύτην καὶ τὴν μεταξὺ τῶν ἄλλων τῶν ταύτῃ νήσων· καὶ γὰρ ἡ Προχύτη καὶ Πιθηκοῦσσαι
Ὅτι Ἄληξ ποταμὸς διορίζει Ῥηγίνην τε καὶ Λοκρίδα· οὗ ἐν ταῖς ὄχθαις ἴδιόν τι συμβαίνει περὶ τοὺς τέττιγας. Οἱ μὲν γὰρ ἐν τῆ τῶν Λοκρῶν περαία φθέγγονται, τοῖς δὲ ἀφώνοις εἶναι συμβαίνει. Τὸ δ᾿ σἴτιον εἰκάζουσιν, ὅτι τοῖς μέν παλίνσκιόν ἐστι τὸ χωρίον, ὥστε ἐνδρόσους ὄντας μή διαστέλλειν τοὺς ὑμένας, τοῖς δὲ ἡλιαζομένοις ξηροὺς καὶ κερατώδεις ἔχειν, ὥστε ἀπ᾿ αὐτῶν εὐφυῶς ἐκπέμπεσθαι τὸν φθόγγον. Τὴν δὲ μεσόγαιαν Λοκρῶν καὶ Ῥηγίνων Βρέττιο κατέχουσιν· ἐν οἶς καὶ ἡ ἀρίστη πίττα γίνεται καὶ πλείστη.
Ὅτι μετὰ (τὸ ἄκρον) Λοκροὺς ἡ Σάγρα ἐστίν· ἔνθα μύριοι Λοκροὶ μετὰ Ῥηγίνων πρὸς ιγ΄ μυριάδας Κροτωνιατῶν ἀγωνισάμενοι ἐνίκησαν. Καὶ ἐκ τούτου ἡ παροιμία πρὸς τοὺς ἀπιστοῦντας· « ἀληθέστερα τῶν ἐπὶ Σάγρα. » Φασὶ δὲ τὴν αὐτὴν ἡμέραν τὴν ἀγγελίαν μηνυθῆναι Ὀλυμπίασι τοῦ ἔργου τούτου.
Ὅτι μετὰ Σάγραν Καυλωνία ἐστίν. Εἶτα Συλήτιον, Μενεσθέως τοῦ Ἀθηναίου κτίσμα· νῦν δὲ Σκυλάκιον καλεῖται· ἐκ τούτου δὲ ὁ Σκυλητικὸς
Ὅτι ἐφεξῆς τῷ Κρότωνι σταδίοις σ΄ ἡ Σύβαρίς ἐστι πόλις, μεταξὺ δυεῖν ποταμῶν Κράθιδος καὶ Συβάριδος· τοσοῦτον δὲ ἡ πόλις εὐτύχησεν, ὡς δ΄ μὲν ἐθνῶν τῶν πλησίον ἦρξεν, κε΄ δὲ πόλεων, λ΄ δὲ μυριάσιν ἀνδρῶν ἐπὶ Κρότωνα ἐστράτευσεν, ν΄ δὲ σταδίων κύκλον οἱ συνοικοῦντες ἐπλήρουν ἐπὶ τῷ Κρέθιδι. Ὑπὸ μέντοι τρυφῆς καὶ ὕβρεως ἅπασαν τὴν εὐδαιμονίαν ἀφῃρέθησαν ὑπὸ Κροτωνιατῶν ἐν ἡμέραις ο΄. Ἑλόντες γὰρ τὴν πόλιν ἐπήγαγον τὸν ποταμὸν καὶ κατέκλυσαν. Τὴν δὲ πόλιν οἱ περιλειφθέντες εἰς ἕτερον τόπον μετέθηκαν καὶ Θουρίους προσηγόρευσαν, ἀπό τινος κρήνης πλησίον οὔσης ὀνομάσαντες.
Ὅτι ὁ Σύβαρις ποταμὸς τοὺς πίνοντας ἵππους ἀπʼ αὐτοῦ πτυρτικοὺς ποιεῖ· διὸ καὶ τὰς ἀγέλας ἀπείργουσιν ἀπʼ αὐτοῦ. Ὁ δὲ Κρᾶθις τοὺς ἀνθρώπους
Ὅτι Θούριοι ὑπὸ Λευκανῶν ἠνδραποδίσθησαν· Ῥωμκῖοι δὲ, ἐποίκους στείλαντες ἐπʼ αὐτὴν, μετωνόμασαν τάν πόλιν Κοπίας.
Ὅτι μετὰ Θουρίους Ἡράκλειά ἐστι πόλις καὶ μετ᾿ αὐτὴν ἀπὸ σταδίων μ΄ Μεταπόντιόν ἐστι πόλις, κτίσμα Πυλίων, τῶν ἐξ Ἰλίου μετὰ Νέστορος πλευσάντων· καὶ τοσοῦτον ἀπὸ γεωργίας εὐτύχησαν, ὡς ἐν Δελφοῖς ἀναθεῖναι χρυσοῦν θέρος.