Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι πρὸ τοῦ Ποσειδωνιάτου κόλπου Λεσκωσία νῆσός ἐστιν, ἐπώνυμος μιᾶς τῶν Σειρήνων, ὅτε ἑαυτὰς κατεπόντωσαν διὰ τὸν Ὀδυσσέα.
Ὅτι μετὰ τὸν Ποσειδωνιάτην κόλπον πρὸς νότον ἕτερός ἐστι κόλπος, ἔνθα πόλις Φωκαέων κτίσμα Ἔλη (οἱ δέ νῦν Ἰλέαν αὐτὴν καλοῦσι), πατρὶς οὖσα Παρμενίδου καὶ Ζήνωνος, τῶν Πυθαγορείων. Εὐνομεῖτο δ᾿ ἡ πόλις, καὶ διὰ τὴν τῆς χώρας λυπρότητα ἐθαλαττούργουν καὶ ταρίχη κατεσκεύαζον καὶ τὰ τοιαῦτα.
Ὅτι ὁ πάσης Λευκανίας παράπλους στάδια χν΄. Καὶ πρὸς τῷ πέρατι τῆς Λευκανίας ἡρῷον τοῦ Δράκοντος, ἑνὸς τῶν Ὀδυσσέως ἑταίρων· ἑφ σὗ καὶ ὁ χρησμὸς ἐγένετο· « Λαῖον ἀμφὶ Δράκοντα πολύν ποτε λαὸν ὀλεῖσθαι. » Ἐπὶ γὰρ ταύτην λαοὶ στρατεύσαντες οἱ κατὰ τὴν Ἰταλίαν Ἕλληνες ὑπὸ Λευκανῶν ὴτύχησαν, ἐξαπατηθέντες τῷ χρησμῷ.
Ὅτι Πετιλία, ἡ τῶν Λευκανῶν μητρόπολις, Φιλοκτήτου ἐστὶ κτίσμα, κατὰ στάσιν ἐκπεσςόντος τῆς Μελιβοίας· αὕτη τε καὶ ἡ Κρίμισσα περὶ τοὺς αὐτοὺς τόπους.
Ὅτι ἀπὸ Λευκοπέτρας τῆς ἐν τῷ πορθμῷ ὡς ἐπὶ βορρᾶν ἡ παραλία περὶ μίλια σ΄ ὑπὸ Βρεττίων οἰκεῖται· ἥτις πρότερον μὲν Οἰνωτρία ἐκαλεῖτο, ὕστερον δὲ Ἰταλία ἰδίως. Ὅριον δʼ αὐτῆς πρὸς μὲν τῷ Τυρρηνικῷ πελάγει ὁ Λαῦος ποταμὸς, πρὸς δὲ τῷ Σικελικῷ τὸ Μεταπόντιον.
Ὅτι ὁ μὲν Ἱππωνιάτης κόλπος ἐν τῷ Τυρρηνικῷ πελάγει, ὁ δὲ Σκυλλητικὸς κόλπος ἐν τῷ Σικελικῷ, ἀπολαμβάνουσιν ἰσθμὸν μεταξὺ ἑαυτῶν σταδίων ἑκατὸν ἐξήκοντα. Ὁ δὲ περίπλους τῆς χερρονήσου στάδιοι β.
Ὅτι ἡ τῶν Λευκανῶν χώρα μεταξὺ κεῖται δύο θαλασσῶν· ὧν ἡ μέν Τυρρηνικὴ ἀπὸ Λαύου ποταμοῦ ἕως Σιλάρου ποταμόῦ ἐστιν, ἡ δὲ Σικελική ἀπὸ Θουρίων εἰς Μεταπόντιον· κατὰ δὲ τὴν ἤπειρον ἀπὸ Σαμνιτῶν ἕως τοῦ ἰσθμοῦ τοῦ μεταξὺ Λαύου τε ποταμοῦ καὶ Θουρίων· πλάτος δὲ τοῦ ἰσθμοῦ τούτου τ΄ στάδια. Πρὸς δέ νότον ὑπὲρ τούτων Βρέττιοι ἔχουσιν ἕως τοῦ ἰσθμοῦ, ἀπολαμβάνοντες τὴν χερρόνησον τὴν μεταξὺ Ἱππωνιάτου κόλπου καὶ Σκυλλητικοῦ. Βρεττίους δὲ καλοῦσιν αὐτοὺς οἱ Λευκανοὶ, καὶ δηλοῖ τὸ ὄνομα ἀποστάτας· δοῦλοι γὰρ ὄντες τῶν Λευκανῶν ἀπέστησαν αὐτῶν, συμμαχοῦντος Διονυσίου τοῦ Σικελίας τυράννου.
Ὅτι ἐγγὺς τοῦ Λαύου πρὸς νότον ἡ Τέμεσά ἐστι πόλις, ἡ ὕστερον Τέμψα κληθεῖσα· ᾖς καὶ Ὅμηρος μέμνηται. Καί εἰσι καὶ χαλκουργεῖα ἐκεῖ ἐκλελοιπότα· καὶ ἡρῷον ἐκεῖ Πολίτου, τῶν Ὀδυσσέως ἑταίρων ἑνὸς, δολοφονηθέντος ὑπὸ τῶν ἐγχωρίων καὶ μηνίσαντος κατʼ αὐτῶν χαλεπῶς οὕτως, ὡς καὶ δασμο φορεῖν αὐτοὺς ὅσα ἔτη· καὶ παροιμίαν ἐπʼ αὐτῷ γενέσθαι· « Μηδεὶς τὸν ἥρωα τὸν ἐν Τεμέσῃ. » Λέγεται δέ καὶ Ταμάση διὰ τοῦ α. Τινὲς δʼ οὐ ταύτης φασὶ τὸν Ὅμηρον μεμνῆσθαι.
Ὅτι μετὰ τὴν Τέμψαν Κοσεντία ἐστὶ μητρόπολις Βρεττίων· καὶ μετʼ αὐτὴν Πανδοσία, φρούριον ὀχυρὸν τρικόρυφον, Ἀχέροντι ποταμῷ περιρρεόμενον· ἔνθα ὁ Μολοττὸς Ἀλέξανδρος διεφθάρη, ἐξαπατηθεὶς ὑπὸ τοῦ ἐκ Δωδώνης χρησμοῦ, κελεύοντος φυλάττεσθαι Πανδοσίαν καὶ Ἀχέροντα· ἦσαν δὲ ἄρα καὶ περὶ Θεσπρωτίαν Πανδοσία καὶ Ἀχέρων. Ἐξηπάτησε δὲ καὶ ἄλλο λόγιον· « Πανδοσία τρικόλωνε, πολύν ποτε λαὸν ὀλέσσεις· » ἄδηλον ὄν, πότερον οἰκεῖον ἢ ὀθνεῖον.