Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι τῶν τριῶν πλευρῶν τῆς Σικελίας τὸ μέν μέγιστον, μεταξὺ Πελωρίδος καὶ Λιλυβαίου, κυρτόν ἐστι, σταδίων αψκ΄· τὰ δὲ δύο κοῖλά πως. Ἡ δὲ μεταξὺ Παχύνου καὶ Πελωρίδος ὲλαχίστη σταδίων αρλ΄· ὁ δέ περίπλους σταδίων δυ΄· ἀπὸ δέ Λιλυβαίου εἰς τὴν Λιβύην τὸ δίαρμα στάδιοι αφ τοὐλάχιστον. Καὶ τῶν ὀξυδορκούντων τις ἀπὸ τινος σκοπιᾶς τοῖς ἐν Λιλυβαίῳ ἀπαγγέλλει τὸν ἀριθμὸν τῶν ἀπὸ Λιβύης σκαφῶν ἀναγομένων. Πόλεις δέ εἶσι κατὰ μέν τὸ ἀνατολικὸν πλευρὸν Μεσσήνη βορειοτάτη, εἶτα Ταυρομένιον, εἶτα Κατάνη, Νάξος, Μέγαρα, Συράκουσασαι. Ἡ δὲ Μεσσήνη πρότερον Ζάγκλη ἐκαλεῖτο διὰ τὴν τοῦ τόπου σκολιότητα. Δείκνυται δέ καὶ ἡ Χάρυβδις μικρὸν πρὸ τῆς Μεσσήνης ἐν τῶ πορθμῷ, βάθος ἐξαίσιον, εἰς δ αἱ παλίρροιαι τοῦ πορθμοῦ κατάγουσιν εὐφυῶς τὰ σκάφη τραχηλιζόμενα μετὰ συστροφῆς καὶ δίνης μεγάλης· καταποθέντων δὲ καὶ διαλυθέντων τὰ ναυάγια παρασύρεται πρὸς ἠιόνα τῆς Ταυρομενίας, ἣν καλοῦσιν ἀπὸ τοῦ συμπτώματος τούτου Κοπρίαν. Ἀπέχει δ᾿ ἡ Μεσσήνη ἀπὸ Ῥηγίου πόλεως δίαρμα σταδίων ξ΄· ἀπὸ δὲ τῆς Στυλίδος πολὺ ἔλαττον. Τοσοῦτον δ᾿ οἱ Μαμερτῖνοι ἔθνος ἐπεκράτησι τῆς ώρας, ώς τὸν λαριστον οἶνον μὴν Μεσσήιον, ἀλλὰ Μαμερτῖνον καλεῖσθαι.

Ὅτι ἐκ τῶν τῆς Αἴτνης ῥυάκων τοῦ πυρὸς, κατερχομένων πρὸς τὴν Καταναίαν ποτὲ, Ἀμφίνομος καὶ Ἀναπίας, εὐσεβεῖς ἄνδρες, ἀράμενοι τοὺς γονέας ἐπὶ τῶν ὥμων διέσωσαν. Κατατεφρούμενα δέ τὰ Καταναίων χωρία πρὸς καιρὸν ἡ σποδὸς λυπεῖ, χρόνῳ δὲ ποιεῖ ὕστερον εὐάμπελον καὶ χρηστόκαρπον, τῆς ἄλλης οὐχ ὁμοίως οὔσης εὐοίνου. Τὰς τε ῥίζας ἃς ἐκφέρει τὰ κατατεφρωθέντα χωρία, πιαίνειν ἐπὶ τοσοῦτον τὰ πρόβατά φασιν, ὥστε πνίγεσθαι, καὶ διὰ τοῦτο δι᾿ ἡμερῶν δ΄ ἀφαιροῦσιν ἐκ τῶν ὤτων αἷμα, καθάπερ καὶ ἐν τῇ Ἐρυθεία νήσῳ ποιοῦσιν. Ὁ δὲ ῥύαξ εἰς πῆξιν μεταβάλλων ἀπολιθοῖ τὴν ἐπιφάνειαν τῆς γῆς ἐφ᾿ ἱκανὸν βάθος, ὥστε λατομίας εἶναι χρείαν τοῖς ἀνακαλύψαι βουλομένοις τὴν ἐξ ἀρχῆς ἐπιφάνειαν. Τακείσης γὰρ ἐν τοῖς κρατῆρσι τῆς πέτρας, ςἶτ᾿ ἀναβληθιίσης, τὸ ὑπερχυθέν τῆς κορυφῆς ὑγρὸν πηλός ἐστι μέλας, ῥέων κατὰ τῆς ὀρεινῆς. Εἶτα πῆξιν

561
λαβὼν γίνεται λίθος μυλίας, τὴν αὐτὴν φυλάττων χρόαν, ἣν ῥέων εἶχεν· καὶ ἡ σποδὸς δὲ καιομένων τῶν λίθων ὡς ἀπὸ τῶν ξύλων γίνεται. Καθάπερ οὖν τὸ πήγανον τῇ ξυλίνῃ σποδῷ τρέφεται, τοιοῦτον ἔχειν τι οἰκείωμα πρὸς τὴν ἄμπελον εἰκὸς τὴν Αἰτναίαν σποδόν.

Ὅτι Μύσκελλον καὶ Ἀρχίαν, εἰς Δελφοὺς ἀπελθόντας περὶ ἀποικίας, εἴρετο ὁ θεὸς, πότερον βούλοιτο ἑκάτερος αὐτῶν, πλοῦτον ἢ ὑγίειαν· ἑλομένου δʼ Ἀρχίου μὲν πλοῦτον, Μυσκέλλου δʼ ὑγίειαν, ὁ θεὸς ἐκέλευσε τὸν μὲν Συρακούσας κτίσαι, Μύσκελλον δὲ Κρότωνα· καὶ συνέβη οὕτως. Τὴν γὰρ ἐν Κρότωνι ὑγίειαν μαρτυροῦσιν οἱ περὶ Μίλωνα Ὀλυμπιονῖκαι· τὴν δʼ ἐν Συρακουσίοις τοῦ πλούτου ὑπερβολὴν ἡ παροιμία λέγουσα περὶ τῶν ὑπερβολῶν ὅτι « Οὐδὲ τὴν τῶν Συρακουσίων δεκάτην ἀμείβω. »

Ὅτι συνέβη Συρακουσίοις, ἡγεμονικοῖς οὖσι διὰ τὴν ἀρετὴν ἑαυτῶν, τυραννουμένοις τε ἄρχειν τῶν ἄλλων καὶ ἐλευθερωθεῖσιν ἐλευθεροῦν τοὺς ἄλλους καταδυναστευομένους.

Ὅτι τοῖς Συρακουσίοις κατʼ ἀρχὰς ἐπολέμουν Σικανοὶ, Σικελοὶ, Μόργητες καὶ ὅσοι ἄλλοι τὴν μεσόγαιαν εἶχον καὶ τὴν Μοργαντίνην.

Ὅτι ὁ Ῥοδανὸς ποταμὸς, εἰς λίμνην μικρὰν ἐμβάλλων, ἀμιγῶς διʼ αὐτῆς διέρχεται· τὸ δὲ περὶ τοῦ Ἀλφειοῦ ποταμοῦ καὶ τῆς Ἀρεθούσης, μυθολόγημα· ἔτι δὲ καὶ τοῦ Ἰνάχου ποταμοῦ, ὅτι ἐκ Πίνδου καὶ Ἀμφιλόχων καὶ Ἀκαρνάνων ὁρμώμενος εἰς τὴν τῆς Ἀργείας θάλασσαν βάλλει, πρότερον τῷ Ἀχελῴῳ συμμάξας τὸ ῥεῖθρον, καὶ τοῦ ἐν Δήλῳ Ἰνώποῦ ποταμοῦ, ὅτι ἐκ τῶν τοῦ Νείλου φέρεται ναμάτων, καὶ ὅσα τοιαῦτα, ἀπίθανα καὶ ἀδύνατά ἐστιν.

Ὅτι ὁ ἐν Ἀμφιλόχοις Ἴναχος ποταμὸς ὁμώνυμός ἐστι τῷ Ἀργείῳ· ὠνομάσθη δὲ οὕτως ὑπὸ Ἀμφιλόχου τοῦ καὶ τὸ Ἄργος Ἀμφιλοχικὸν καλέσαντος.

Ὅιι διὰ τοὺς ἐκ Λιβύων πολέμους ἡ Σικελία ὀλιγανθρωπεῖ· διὸ Ῥωμαῖοι ταύτην ἐνέμοντο, ἱπποφόρβια καὶ ἐγέλας ἔχοντες καὶ δούλους. Οὗτοι δ᾿ οἱ δοῦλοι κατέτρεχον τὴν Σικελίαν, καὶ κατʼ ὀλίγους καὶ ἐπὶ Εὔνου, τοῦ τὸν δουλικὸν ἐξάψαντος πόλεμον, σὺν πολλαῖς χιλιάσιν. Ἀνήχθη δὲ καὶ ληστής τις ἐν Ῥώμῃ Σικελὸς, λεγόμενος Αἴτνης υἱὸς εἶναι, Σέρουλος ὄνομα, ὃς πολλάκις μονομαχήσας ὕστερον ἐπί τινος πήγματος ἐν τῆ ἀγορᾷ, ἀγῶνος συνισταμένου, τεθεὶς ὑψηλοῦ, ὡς ἂν ἐπὶ τῆς Αἴτνης, διαλυθέντος αἰφνιδίως ἔκ τινος μηχανῆς καὶ συμπεσόντος, κατηνέχθη καὶ αὐτὸς εἰς γαλεάγρας θηρίων εὐδιαλύτους, ἐπίτηδες παρεσκευασμένας ὑπὸ τῷ πήγματι, καὶ ἐβρώθη.

562

Ὅτι τὴν Σικελίαν τὸ παλαιὸν ταμεῖον τῆς Ῥώμης ἐκάλουν Ῥωμῖοι.