Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι δὲ τούτων ἀπάντων ἦρχεν ὁ Πρίαμος, δηλοῖ Ἀχιλλεὺς λέγων· « ὅσσον Λέσβος ἄνω, Μάκαρος ἕδος, ἐντὸς ἐέργει, Καὶ φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων. »

Ὅτι Ἀφνειοὶ καλοῦνται οἱ ὑπὸ Πανδάρῳ Αύκιοι ἀπὸ Ἀφνίτιδος λίμνης, ἥτις ἐστὶν ἡ Δασκυλῖτις. Ἡ δὲ Ζέλεια ἀπέχει Κυζίκου πρὸς τὴν ἔω σταδίους ρ??΄· τῆς δʼ ἐγγυτάτω θαλάττης, καθ᾿ ἢν ἐκδίδωσιν ὁ Αἴσηπος, ὅσον π΄ σταδίους.

Ὅτι ἡ μέν Ζέλεια μεσόγειός ἐστιν, ὑποπεπτώκασι δ᾿ αὐτῇ τὰ περὶ Κύζικον καὶ Πρίαπον χωρία. Καὶ ἔστι περὶ τὴν Ζέλειαν ὁ Τάρσιος ποταμὸς, ἔχων κ΄ διαβάσεις τῆ αὐτῇ ὁδῷ, καθάπερ ὁ Ἑπτάπορος.

Ὅτι μεταξὺ Αἰσήπου ποταμοῦ καὶ Πριάπου ὁ Γράνικος ῥεῖ ποταμὸς, τὰ πολλὰ διὰ Ἀδραστείας πεδίου· Πρίαπος δ᾿ ἐστὶ πόλις ἐπὶ θαλάττῃ καὶ λιμήν.

Ὅτι ἦ Ἀδράστεια πόλις μεταξύ ἐστι Πριάπου πόλεως καὶ Παρίου πόλεως. Ἐπὶ Αἰσήπῳ ποταμῷ Νέμεσις τιμᾶται ἡ Ἀδράστεια ʼλιμένα ἔχουσα ἡ αὐτὴ Πρίαπος ἐλάσσονα τοῦ Παριανοῦ.

608

Ὅτι ἡ Πιτύεια πόλις ἐστὶ μεταξὺ Παρίου πόλεως μεσόγειος.

Ὅτι μεταξὺ Λαμψάκου καὶ Παρίου Παισὸς ἦν πόλις καὶ ποταμός· Ὅμηρος δὲ καὶ τρισυλλάβως αὐτὴν εἴρηκε, λέγων· « καὶ δῆμον Ἀπαισοῦ· » καὶ « ὅς ῥʼ ἐνὶ Παισῷ. »

Ὅτι τόπος ἐστὶν ἐν τῇ Κυμαίᾳ χώρᾳ θηλυκῶς καὶ πληθυντικῶς καλούμενος καὶ Γέργιθες. Ἔστι δὲ πόλις, ἐξ ἧς ἐν Λαμψάκῳ Γεργίθιον χωρίον.

Ὅτι τὸ Πράκτιον τὸ παῤ Ὁμήρῳ οὐκ ἔστι πόλις, ἀλλὰ ποταμὸς, μεταξὺ ῥέων Ἀβύδου καὶ Λαμψάκου.

Ὅτι ἡ τοῦ Ξέρξου ἐν Ἀβύδῳ γέφυρα μικρὸν ἀνατολικωτέρα ἐζεύχθη τῆς Ἀβύδου, δυσμικωτέρα δὲ τῆς Σηστοῦ. Καὶ δεῖ σημειώσασθαι, ὅτι ὁ Στράβων συνηγορεῖ τῇ μυθολογίᾳ τῆς Ἡροῦς, ὡς ἐν Σηστῷ ἦν ὁ πύργος αὐτῆς, καὶ τὸ κατὰ τὸν Λέανδρον πέθος ὅτι ἐκεῖσε γέγονεν.