Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι ἀπὸ Κυζίκου καὶ τῶν περὶ Αἴσηπον ποταμὸν τόπων καὶ Γράνικον μέχρι Ἀβύδου ἡ τῆς Προποντίδος παραλία ἐστίν· ἀπὸ δὲ Ἀβύδου μέχρι Λέκτοῦ τὰ περὶ Ἴλιον καὶ Ἀλεξάνδρειαν τὴν Τρωάδα ἐστί τούτων δʼ ἁπάντων ἡ Ἴδη τὸ ὄρος ὑπέρκειται· ἀπὸ δὲ Λέκτου μέχρι Καΐκου ποταμοῦ καὶ τῶν Κανῶν λεγομένων ἐστὶ τὰ περὶ Ἄσσον καὶ Ἀδραμύττιον καὶ Ἀταρνέα καὶ Πιτάνην καὶ τὸν Ἐλαϊτικὸν κόλπον, οἷς ἀντίκειται ἡ Λέσβος νῆσος· εἶθ᾿ ἑξῆς τὰ περὶ Κύμην μέχρι Ἕρμου καὶ Φωκαίας Αἰολίς ἐστι· τὰ δʼ ἑξῆς Ἰωνία.
Ὅτι ἀπὸ Κυζίκου καὶ τοῦ Αἰσήπου ποταμοῦ μέχρι Καΐκου ποταμοῦ ἡ παῤ Ὁμήρῳ ἐστὶ Τρωῖκὴ χώρα, διηρημένη εἰς θ΄ ἐπαρχίας· ἡ δὲ τῶν Αἰολέων ὕστερον ἀποικία ἄλλως τὰς ἐπαρχίας διεῖλε ταύτας, ὅλην τὴν Τρωῖκὴν νειμαμένη καὶ ὥως Ἕρμου ποταμοῦ ἐκταθεῖσα· γενεαῖς δὲ δ΄ προτερεύει ἡ Αἰολικὴ ἀποικία τῆς Ἰωνικῆς. Καὶ γὰρ ὁ τοῦ Ἀγαμέμνονος Ὀρέστης ἦρξε τοῦ στόλου τῆς Αἰολικῆς ἀποικίας· τελευτήσαντος δʼ ἐν Ἀρκαδίᾳ, ὁ υἱὸς αὐτοῦ Πενθίλος ἦρξε καὶ προῆλθε μέχρι Θρᾴκης ὕστερον τῶν Τρωικῶν ἔτεσιν ξ΄, κατὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον εἰς Πελοπόννησον· εἶτ᾿ Ἀρχέλαος, υἱὸς αὐτοῦ, ἐπεραίωσε τοὺς Αἰολεῖς εἰς τὴν περὶ Κύζικον καὶ Δασκύλιον χώραν. Γρᾶς δ᾿ , ὁ τούτου υἱὸς νεώτατος, ἦλθιν ἕως Γρανίκου ποταμοῦ καὶ περαιωθεὶς κατέσχε τὴν Λέσβον· Κλεύης δʼ ὁ Δώρου καὶ Μαλαὸς, ἀπόγονοι καὶ αὐτοὶ Ἀγαμέμνονος, πρῶτα μὲν κατέσχον Λοκρίδα καὶ Φρίκιον ὄρος, πολὺν χρόνον ὕστερον δὲ διαβάντες ἔκτισαν τὴν Κύμην τὴν Φρικωνίδα κληθεῖσαν ἀπὸ τοῦ Λοκρικοῦ ὄρους.
Ὅτι Πρίαπος πόλις ἐστὶ περὶ Κύζικον, ἀνταίρων τῇ Ἀρτάκῃ πόλει Κυζικηνῇ.
Ὅτι ὁ Αἴσηπος ποταμὸς ἀνατολικώτερός ἐστι τῆς Κυζίκου πόλεως.
Ὅτι ἀπὸ πόλεως Παρίου ἕως Πρακτίου πόλεως πρὸς δυσμὰς στάδιοί εἰσι τ΄.
Ὅτι ἡ Ἴδη τὸ ὄρος σκολοπενδρῶδες ἔχει τὸ σχῆμα καὶ τελευτᾶ τῷ μὲν εἰς τὴν μεσόγαιαν ἄκρῳ τῷ περὶ τὴν Ζέλειαν, τῷ δʼ εἰς τὸ πέλαγος τὸ Αἰγαῖον καθήκοντι τῷ Λέκτῳ.
Ὅτι ἡ Ζέλεια πόλις νῦν τῆς Κυζικηνῆς ἐστιν ἐπικρατείας.
Ὅτι. Ὅμηρος τὴν Ἴδην τὸ ὄρος ἀφορίζει τῷ τε Λέκτῳ, πρώτῳ ὄντι ἀπὸ τοῦ πελάγους, καὶ τῇ Ζελείᾳ, « ὑπαὶ πόδα νείατον Ἴδης » λέγων.
Ὅτι τῆς Ἴδης τὸ ἄκρον τὸ Λέκτον καὶ αἱ Κάναι ἄκρον ποιοῦσι τὸν κόλπον τὸν Ἰδαῖον.
Ὅτι διττοὶ οἱ Κίλικες, οἱ μέν Θηβαῖοι Ὑποπλάκιοι, ὅθεν ἦν Χρυσηὶς, εἱ δὲ Λυρνήσσιοι, ὕθεν ἔν ἡ Βρισηίς· τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας, » ἥτις ἦν πόλις « θείοιο Μύνητος· » ἐκ δὲ Θήβης ἡ Χρυσηίς « ᾠχόμεθ᾿ ἐς Θήβην, ἱερήν πόλιν. » Ἐνθένδε ἦν καὶ ἡ Ἀνδρομάχη. Δύο οὖν αὗται δυναστεῖαι Τρωικαί· ὅθεν καὶ τὰ περὶ τῆς Ἀνδρομάχης ἐν ὑπερβατῷ ἀναγνωστέον· « ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ, Αὐτὰρ ἐγὼ Θήβῃσιν. » δεῖ γὰρ οὕτω λέγειν· « ἀμφότεροι ἐν Τροίῃ· σὺ μὲν Πριάμου ποτὶ δῶμα, Αὐτὰρ ἐγὼ Θήβησιν. » Τρίτη δ᾿ ἐστὶν ἡ τῶν Λελέγων, καὶ αὕτη Τρωική « Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει. » Καὶ μήν οἱ ὑπὸ Ἕκτορι Τρῶες ἦσαν· « Τρωσὶ μὲν ἡγεμόνευεν· » ἀλλὰ καὶ οἱ ὑπὸ Αίνείᾳ Δάρδανοι Τρῶες ἦσαν, ὡς ὅταν λέγῃ· « Λἰνεία, Τρώων βουληφόρε. » Ἕκτοι δ᾿ οἱ ὑπὸ Πανδάρῳ Λύκιοι, οὓς καλεῖ καὶ Τρῶας ἰδίως. Ἕβδομοι δ᾿ οἱ μεταξὺ Αἰσήπου ποταμοῦ καὶ Ἀβύδου Τρῶές εἶσιν· ἀλλὰ ὑπὸ μέν Ἀσίῳ οἱ Ἀβυδηνοὶ Τρῶες· καὶ γὰρ Δημοκόων, ὁ τοῦ Πριάμου παῖς, « Ἀβυδόθεν ἦλθε παρ᾿ ἵππων ὠκειάων. Ἐν δὲ Περκώτῃ ἐβουνόμει Μελάνιππος υἱὸς Ἱκετάονος, (ὡς) οὐκ ἀλλοτρίας δηλονότι νεμόμενος. Ἀλλὰ καὶ οἱ μέχρι Ἀδραστείας Μεροπίδαι ἄρχοντες, Τρῶες ἦσαν· ὀγδόη αὕτη ἐπαρχία. Ἐνάτη δ᾿ αὕτη δυναστεία ἡ τοῦ Εὐρυπύλου τοῦ Τηλέφου Τρωική.