Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι τὰ ἐν Πακτωλῷ χρύσεια μέταλλα τῆς Λυδίας ἐξέλιπεν.
Ὅτι ἀπὸ Ἀβύδου ἰπὶ Αἴσηπον ποταμὸν στάδιοί εἰσιν ψ΄ πεζῇ, εὐθυπλοίᾳ δὲ ἐλάττους.
Ὅτι Ἶλος πρῶτος μετὰ τὸν κατακλυσμὸν ἐτόλμησεν ἐν πεδίῳ πόλιν κτίσαι, τὴν ἀφʼ ἑαυτοῦ Ἴλιον· διὸ καὶ ἐτάφη ἐν πεδίῳ· « οἱ δὲ παῤ Ἴλου σῆμα, μέσσον κὰπ πεδίον. » Τινὲς δέ φασιν, ὅτι ἡ νῦν Ἴλιος δεικνυμένη οὐκ ἔστιν ἡ παῤ Ὁμήρῳ, ἀλλʼ ἑτέρα ἐστὶ ταπεινοτέρα· ἡ δὲ παλαιὰ μετεωροτέρα ἦν πρὸς τῇ Ἴδῃ σταδίοις λ΄.
Ὅτι ἡ νῦν Ἀλεξάνδρεια Τρωὰς καλουμένη, πόλις ἔρημος οὐσα νῦν, Ἀντιγόνεια ἐκαλεῖτο. Ὑπὸ γὰρ Ἀντιγόνου ᾠκίσθη, τοῦ ἐξ Ἀλεξάνδρου τοῦ μεγάλου ἄρξαντος τῆς Φρυγίας· ὕστερον δὲ ὑπὸ Λυσιμάχου Ἀλεξάνδρεια μετωνομάσθη διὰ τὸ δεῖν μᾶλλον τὴν ἐπωνυμίαν ἔχειν ἀπὸ τοῦ αἰτιωτάτου πάσης τῆς κατὰ Περσῶν νίκης Ἀλεξάνδρου.
Ὅτι Φιμβρίας Ῥωμαῖος, ἐν τῷ Μιθριδατικῷ πολέμῳ ἐκ πολιορκίας λαβὼν τὸ Ἴλιον ἐν ἡμέραις ι΄, εἶτα καυχώμενος, ὡς, Ἀγαμέμνονος ἔχοντος τὸν χιλιόναυν στρατὸν καὶ τὴν σύμπασαν Ἑλλάδα μόλις ἐν ἔτεσι ταύτην ἑλόντος, αὐτὸς ἐν ἡμέραις ι΄ ἔλαβεν, ἤκουσεν εὐθὺς ἔκ τινος τῶν Ἰλιέων· Οὐ γὰρ εἴχομεν Ἕκτορα τὸν προπολεμοῦντα.
Ὅτι μεταξὺ Ἀβύδου καὶ Δαρδάνου πόλεως ῥεῖ ὁ Ῥοδίος ποταμὸς κατʼ ἐναντία τοῦ ἐν χερρονήσῳ Κυνὸς σήματος τῆς Ἑκάβης.
Ὅτι τὸ μὲν Ἕκτορος μνῆμα ἐν Ὀφρυνίῳ ἐστὶ
Ὅτι Πρίαμος, μικρὰν εὑρὼν τὴν τῶν Τρώων βασιλείαν, ὡς καὶ τὸν Ἡρακλέα « ἔξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν » ἐξαλαπάξαι αὐτῶν τὴν πόλιν, ἐπὶ μέγα αὐτήν ηὔξησεν, ὡς καὶ βασιλεὺς βασλέων γενέσθαι· ὦς δηλοῖ τὸ· « ὅσσον Λέσβος ἄνω, Μάκαρος ἕδος. »
Ὅτι τὸ Τρωικὸν πεδίον ἀπὸ θαλάσσης ἕως τῆς Ἴδης διήκει· οὗ τὰ μὲν νότια τελευτᾷ εἰς τὴν Σκῆψιν, τὰ δὲ βόρεια εἰς τὴν Ζέλειαν.
Ὅτι πολλοῖς καὶ ἀξιοπίστοις ἐπιχειρήμασιν ὁ Στράβων ἀπέδειξε τὴν νῦν καλουμένην Ἴλιον μὴ εἶναι τὴν ὁπὸ Ὁμήρου ᾀδομένην· ἀλλὰ ταύτης μετεωροτέρα καὶ ἀνατολικωτέρα ἐστὶν ἡ ἀληθῶς Ἴλιος, ἡ τοῦ Ἔκτορος πατρίς. Εἰ δὲ καὶ οὐδὲ ἴχνη αὐτῆς σώζεται νῦν, ἀλλὰ τῆς ταπεινοτέρας εἰσὶν ἔχνη, οὐ θαῦμα· ὁ γὰρ χρόνος πολλὰ τοιαῦτα ποιεῖ.