Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

̔υπέρκειται δὲ τῆς Μερόης ἡ[*](post ἡ· τε) Ψεβὼ λίμνη μεγάλη νῆσον ἔχουσα οἰκουμένην ἱκανῶς. συμβαίνει δὲ τοῦ Νείλου τὴν μὲν δυσμικὴν παραποταμίαν ἐχόντων τῶν Λιβύων, τὴν δὲ πέραν Αἰθιόπων, παρὰ μέρος αὐτῶν τὴν ἐπικράτειαν εἶναι τῶν νήσων καὶ τῆς ποταμίας,

p.1147
ἐξελαυνομένων τῶν ἑτέρων καὶ παραχωρούντων τοῖς κρείττοσι γενομένοις. χρῶνται δὲ καὶ τόξοις Αἰθίοπες τετραπήχεσι ξυλίνοις πεπυρακτωμένοις· ὁπλίζουσι δὲ καὶ τὰς γυναῖκας, ὧν αἱ πλείους κεκρίκωνται τὸ χεῖλος τοῦ στόματος χαλκῷ κρίκῳ· κωδιοφόροι δʼ εἰσίν, ἐρέαν οὐκ ἔχοντες, τῶν προβάτων αἰγοτριχούντων· οἱ δὲ γυμνῆτές εἰσιν, οἳ καὶ περιέζωνται μικρὰ κώδια ἢ τρίχινα πλέγματα εὐυφῆ. θεὸν δὲ νομίζουσι τὸν μὲν ἀθάνατον (τοῦτον δʼ εἶναι τὸν αἴτιον τῶν πάντων) τὸν δὲ θνητὸν ἀνώνυμόν τινα καὶ οὐ σαφῆ· ὡς δʼ ἐπὶ τὸ πολὺ τοὺς εὐεργέτας καὶ βασιλικοὺς θεοὺς νομίζουσι, καὶ τούτων τοὺς μὲν βασιλέας κοινοὺς ἁπάντων[*](post ἁπάντων· μὲν) σωτῆρας καὶ φύλακας, τοὺς δʼ ἰδιώτας ἰδίως τοῖς εὖ παθοῦσιν ὑπʼ αὐτῶν. τῶν δὲ πρὸς τῇ διακεκαυμένῃ τινὲς καὶ ἄθεοι νομίζονται, οὕς γε καὶ τὸν ἥλιόν φασιν ἐχθαίρειν καὶ κακῶς λέγειν ἐπειδὰν προσίδωσιν ἀνίσχοντα, ὡς καίοντα καὶ πολεμοῦντα αὐτοῖς, καταφεύγειν τε εἰς τὰ ἕλη. οἱ δʼ ἐν Μερόῃ καὶ Ἡρακλέα καὶ Πᾶνα καὶ Ἶσιν σέβονται πρὸς ἄλλῳ τινὶ βαρβαρικῷ θεῷ. τοὺς δὲ νεκροὺς οἱ μὲν εἰς τὸν ποταμὸν ἐκρίπτουσιν, οἱ δʼ οἴκοι κατέχουσι περιχέαντες ὕαλον· τινὲς δὲ ἐν κεραμέαις σοροῖς κατορύττουσι κύκλῳ τῶν ἱερῶν, ὅρκον τε τὸν ὑπὲρ αὐτῶν ἀπαιτοῦσι καὶ πάντων ἁγιστεύουσι μάλιστα. βασιλέας τε καθιστᾶσι τοὺς κάλλει διαφέροντας ἢ ἀρετῇ κτηνοτροφίας ἢ ἀνδρείᾳ ἢ πλούτῳ. ἐν δὲ τῇ Μερόῃ κυριωτάτην τάξιν ἐπεῖχον οἱ ἱερεῖς τὸ παλαιόν, οἵ γε καὶ τῷ βασιλεῖ προσέταττον ἔσθʼ ὅτε ἀποθνήσκειν πέμψαντες ἄγγελον καὶ καθίστασαν ἀντʼ αὐτοῦ ἕτερον· ὕστερον δὲ κατέλυσέ τις τῶν βασιλέων τὸ ἔθος, ἐπιὼν μεθʼ ὅπλων ἐπὶ τὸ
p.1148
ἱερόν, ὅπου ὁ χρυσοῦς νεώς ἐστι, καὶ τοὺς ἱερέας ἀποσφάξας πάντας. ἔστι δὲ καὶ τοῦτο ἔθος Αἰθιοπικόν· ὃς γὰρ ἂν τῶν βασιλέων πηρωθῇ μέρος τι τοῦ σώματος ὁπωσοῦν, τὸ αὐτὸ πάσχουσιν οἱ συνόντες αὐτῷ μάλιστα, οἱ δʼ αὐτοὶ καὶ συναποθνήσκουσιν· ἐκ δὲ τούτου φυλακὴ τοῦ βασιλέως ἐστὶ πλείστη παρʼ αὐτῶν. περὶ μὲν Αἰθιόπων ἀρκέσει ταῦτα.

τοῖς δʼ Αἰγυπτιακοῖς καὶ ταῦτα προσθετέον ὅσα ἰδιάζοντα, οἷον ὁ Αἰγύπτιος λεγόμενος κύαμος ἐξ οὗ τὸ κιβώριον, καὶ ἡ βύβλος· ἐνταῦθα γὰρ καὶ παρʼ Ἰνδοῖς μόνον· ἡ δὲ περσέα ἐνταῦθα μόνον καὶ παρʼ Αἰθίοψι, δένδρον μέγα, καρπὸν ἔχον γλυκὺν καὶ μέγαν, καὶ ἡ συκάμινος ἡ ἐκφέρουσα τὸν λεγόμενον καρπὸν συκόμορον· σύκῳ γὰρ ἔοικεν· ἄτιμον δʼ ἐστὶ κατὰ τὴν γεῦσιν· γίνεται δὲ καὶ τὸ κόρσιον καὶ ὅμοιόν τι πεπέρει τράγημα, μικρῷ αὐτοῦ μεῖζον. ἰχθύες δʼ ἐν τῷ Νείλῳ πολλοὶ μὲν καὶ ἄλλοι χαρακτῆρα ἔχοντες ἴδιον καὶ ἐπιχώριον, γνωριμώτατοι δὲ ὅ τε ὀξύρυγχος καὶ ὁ λεπιδωτὸς καὶ λάτος καὶ ἀλάβης καὶ κορακῖνος καὶ χοῖρος καὶ φαγρώριος ὃν καὶ φάγρον καλοῦσιν, ἔτι σίλουρος κιθαρὸς θρίσσα κεστρεὺς λύχνος φῦσα βοῦς· ὀστρακίων δὲ κοχλίαι μεγάλοι φωνὴν ὀλολυγόσιν ὁμοίαν φθεγγόμενοι· ζῷα δʼ ἐπιχώρια καὶ ὁ ἰχνεύμων καὶ ἡ ἀσπὶς ἡ Αἰγυπτία ἴδιόν τι ἔχουσα παρὰ τὰς ἐν ἄλλοις· διττὴ δʼ ἐστίν, ἡ μὲν σπιθαμιαία ἥπερ καὶ ὀξυθανατωτέρα, ἡ δʼ ἐγγὺς ὀργυιᾶς, ὡς καὶ Νίκανδρος ὁ τὰ θηριακὰ γράψας εἴρηκε· καὶ τῶν ὀρνέων ἶβις καὶ ἱέραξ ὁ Αἰγύπτιος, ἥμερος παρὰ τοὺς ἄλλοθι, ὡς καὶ ἡ αἴλουρος· καὶ ὁ νυκτικόραξ ἰδιότροπος ἐνθάδε· παρʼ ἡμῖν μὲν γὰρ ἀετοῦ μέγεθος ἴσχει καὶ φθέγγεται βαρύ, ἐν Αἰγύπτῳ δὲ κολοιοῦ μέγεθος καὶ φθογγὴ διάφορος· ἡμερώτατον δʼ ἡ ἶβις,

p.1149
πελαργώδης μὲν κατὰ σχῆμα καὶ μέγεθος, διττὴ δὲ τὴν χρόαν, ἡ μὲν πελαργώδης ἡ δὲ ὅλη μέλαινα· μεστὴ δʼ αὐτῶν ἅπασα τρίοδος ἐν Ἀλεξανδρείᾳ, πῆ μὲν χρησίμως πῆ δʼ οὐ χρησίμως· χρησίμως μὲν ὅτι πᾶν θηρίον ἐκλέγει καὶ τὰ ἐν τοῖς κρεωπωλίοις καὶ τοῖς ὀψοπωλίοις ἀποκαθάρματα, δυσχρήστως δὲ ὅτι παμφάγον καὶ ἀκάθαρτον καὶ δυσκόλως ἀπειργόμενον ἀπὸ τῶν καθαρείων καὶ τῶν ἀλλοτρίων μολυσμοῦ παντός.